TLG 0024 001 :: OPPIANUS :: Cynegetica

OPPIANUS Epic.
(Apamensis: A.D. 2–3)

Scholia: Cf. SCHOLIA IN OPPIANUM (5032 001)
Vitae: Cf. VITAE OPPIANI (4172)

Cynegetica

Source: Mair, A.W. (ed.), Oppian, Colluthus, Tryphiodorus. Cambridge, Mass.: Harvard University Press, 1928 (repr. 1963): 2–198.

Citation: Book — (line)

1

Σοί, μάκαρ, ἀείδω, γαίης ἐρικυδὲς ἔρεισμα, φέγγος ἐνυαλίων πολυήρατον Αἰνεαδάων, Αὐσονίου Ζηνὸς γλυκερὸν θάλος, Ἀντωνῖνε· τὸν μεγάλη μεγάλῳ φιτύσατο Δόμνα Σεβήρῳ,
5ὀλβίῳ εὐνηθεῖσα καὶ ὄλβιον ὠδίνασα, νύμφη ἀριστοπόσεια, λεχὼ δέ τε καλλιτόκεια, Ἀσσυρίη Κυθέρεια καὶ οὐ λείπουσα Σελήνη, οὐδὲν ἀφαυρότερον Ζηνὸς Κρονίδαο γενέθλης· (εὐμενέοι Τιτὰν Φαέθων καὶ Φοῖβος Ἀπόλλων.)
10τῷ ῥα πατὴρ μεγάλῃσι πονησάμενος παλάμῃσι δῶκεν ἔχειν πᾶσαν τραφερήν, πᾶσαν δὲ καὶ ὑγρήν. σοὶ μὲν γὰρ θαλέθουσα κύει πάνδωρος ἄρουρα,
καὶ πάλιν εὐδιόωσα τρέφει κλυτὰ φῦλα θάλασσα· σοὶ δέ τε πάντα νάουσιν ἀπ’ Ὠκεανοῖο ῥέεθρα,2
15φαιδρά τε μειδιόωσα θέει κλυτὸς Ἠριγένεια. Τοιγὰρ ἐγὼν ἔραμαι θήρης κλυτὰ δήνε’ ἀεῖσαι. τοῦτό με Καλλιόπη κέλεται, τοῦτ’ Ἄρτεμις αὐτή. ἔκλυον, ᾗ θέμις ἐστί, θεείης ἔκλυον ἠχῆς, καὶ θεὸν ἠμείφθην· πρώτη δέ με τοιάδ’ ἔνισπεν·
20Α. Ἔγρεο, καὶ τρηχεῖαν ἐπιστείβωμεν ἀταρπόν, τὴν μερόπων οὔπω τις ἑῇς ἐπάτησεν ἀοιδαῖς. Ο. Ἵλαθι, πότνια δῖα, τὰ δ’ ἐν φρεσὶ σῇσι μενοινᾷς, ἄμμες ὑφ’ ἡμετέρῃ μεροπηΐδι λέξομεν ἠχῇ· Α. Οὐκ ἐθέλω τριετῆ σε τὰ νῦν Ὀρίβακχον ἀείδειν,
25οὐ χορὸν Ἀονίου παρὰ βένθεσιν Ἀσωποῖο. Ο. Λείψομεν, ὡς κέλεαι, τὰ Σαβάζια νύκτερα θύσθλα· δηθάκις ἀμφεχόρευσα Θυωναίῳ Διονύσῳ. Α. Μὴ γένος ἡρώων εἴπῃς, μὴ ναυτίλον Ἀργώ, μηδὲ μόθους μερόπων, μή μοι Βροτολοιγὸν ἀείσῃς.
30Ο. Οὐκ ἐρέω πολέμους, οὐκ Ἄρεος ἔργα κάκιστα·
ἐφρασάμην Πάρθων τε δύας καὶ Κτησιφόωντα. Α. Ἀμφὶ πόθοις ὀλοοῖσιν ἀκὴν ἔχε, λεῖπέ τε κεστούς· ἐχθαίρω τὰ λέγουσιν ἀθύρματα Ποντογενείης. Ο. Ἐκλύομέν σε, μάκαιρα, γάμων ἀμύητον ἐοῦσαν.4
35Α. Μέλπε μόθους θηρῶν τε καὶ ἀνδρῶν ἀγρευτή ρων· μέλπε γένη σκυλάκων τε καὶ ἵππων αἰόλα φῦλα, βουλὰς ὠκυνόους, στιβίης ἐϋκερδέος ἔργα· ἔχθεά μοι θήρεια λέγειν, φιλότητας ἀείδειν καὶ θαλάμους ἐν ὄρεσσιν ἀδακρύτοιο Κυθείρης
40καὶ τοκετοὺς ἐνὶ θηρσὶν ἀμαιεύτοιο λοχείης. Τοῖαι συνθεσίαι Ζηνὸς μεγάλοιο θυγατρός. ἔκλυον, ἀείδω· βάλλοιμι δ’ ἐπίσκοπον ἠχήν. ἀλλὰ σύ γ’, ἀντολίηθεν ἐπ’ Ὠκεανὸν βασιλεύων, εὔδιον ἀμβροσίῃσιν ὑπ’ ὀφρύσι σῇσι γεγηθώς,
45δεξιτερὴν ὀπάσαιο πανίλαον ὀλβοδότειραν γαίῃ καὶ πολίεσσι καὶ εὐθήροισιν ἀοιδαῖς. Τριχθαδίην θήρην θεὸς ὤπασεν ἀνθρώποισιν, ἠερίην χθονίην τε καὶ εἰναλίην ἐρατεινήν· ἀλλ’ οὐκ ἶσος ἄεθλος· ἐπεὶ πόθεν ἶσα τέτυκται,

1

(50)

ἰχθὺν ἀσπαίροντα βυθῶν ἀπομηρύσασθαι, καὶ ταναοὺς ὄρνιθας ἀπ’ ἠέρος εἰρύσασθαι, ἢ θηρσὶν φονίοισιν ἐν οὔρεσι δηρίσασθαι;
οὐ μὲν ἄρ’ οὐδ’ ἁλιῆϊ καὶ οὐκ ἐτὸς ἰξευτῆρι ἄγρη νόσφι πόνοιο· πόνῳ δ’ ἅμα τέρψις ὀπηδεῖ6
55μούνη, καὶ φόνος οὔτις· ἀναίμακτοι δὲ πέλονται. ἤτοι ὁ μὲν πέτρῃσιν ἐφήμενος ἀγχιάλοισι γυραλέοις δονάκεσσι καὶ ἀγκίστροισι δαφοινοῖς ἄτρομος ἀσπαλιεὺς ἐπεδήσατο δαίδαλον ἰχθύν· τερπωλὴ δ’, ὅτε χαλκοῦ ὑπαὶ γενύεσσι τορήσας
60ὕψι μάλα θρώσκοντα βυθῶν ὕπερ ἀσπαίροντα εἰνάλιον φορέῃσι δι’ ἠέρος ὀρχηστῆρα. ναὶ μὴν ἰξευτῆρι πόνος γλυκύς· ἦ γὰρ ἐπ’ ἄγρην οὐκ ἄορ, οὐ δρεπάνην, οὐ χάλκεα δοῦρα φέρονται, ἀλλ’ αὐτοῖς ἐπὶ δρυμὰ συνέμπορος ἕσπετο κίρκος
65καὶ δολιχαὶ θώμιγγες ὑγρός τε μελίχροος ἰξὸς οἵ τε διηερίην δόνακες πατέουσιν ἀταρπόν. τίς τάδε τολμήσειεν ἀείδειν ἰσοτάλαντα; ἢ βασιλῆϊ λέοντι τίς αἰετὸν ἀντιβάλοιτο; ἰῷ πορδαλίων δὲ τίς ἂν μύραιναν ἐΐσκοι,
70ἢ θῶας κίρκοις, ἢ ῥινοκέρωτας ἐχίνοις, ἢ λάρον αἰγάγροις, ἢ κήτεα πάντ’ ἐλέφαντι; θηρητῆρε λύκους ὄλεσαν, θύννους ἁλιῆες, ἀγρευτῆρες ὄϊς, τρήρωνας ἕλον δονακῆες, ἄρκτον ἐπακτῆρες, καὶ μορμύρον ἀσπαλιῆες,8
75τίγριν δ’ ἱππῆες, καὶ τριγλίδας ἰχθυβολῆες, κάπριον ἰχνευτῆρες, ἀηδόνας ἰξευτῆρες. ἀλλὰ σὺ μέν, Νηρεῦ, καὶ δαίμονες Ἀμφιτρίτης, ἠδὲ φιλορνίθων Δρυάδων χορὸς, ἱλήκοιτε· δὴ γὰρ ἐπιστροφάδην με φίλαι καλέουσιν ἀοιδαί·
80δαίμοσι θηροφόνοισι παλίντροπος ἔρχομ’ ἀείσων. Πρῶτα μὲν αἰζηοὶ μή μοι μάλα πίονες ἔστων· ἦ γάρ τοι σκοπέλοισι θορεῖν μὲν ὑπείροχον ἵππον χρειὼ ἀναγκαίη, χρειὼ δ’ ἄρα τάφρον ἁλέσθαι. δηθάκι δ’ ἐν δρυμοῖσιν ἀνάγκη θῆρα δίεσθαι,
85ποσσὶν ἐλαφρίζοντα καὶ εὐφόρτοις μελέεσσι. τῷ μὴ πιαλέοι θήρης ἐπὶ μῶλον ἴοιεν, μηδ’ ἔτι λεπταλέοι· καὶ γάρ ποτε δηρίσασθαι θηρσὶν ἐνυαλίοισι χρεὼ πολυαγρέα φῶτα. τοὔνεκά μοι δέμας ὧδε κερασσάμενοι φορέοιεν,
90ἀμφότερον κραιπνόν τε θέειν σθεναρόν τε μάχεσθαι. καὶ δ’ ἄρα δεξιτερῇ μὲν ἐπικραδάοιεν ἄκοντας
ἀμφιδύμους ταναούς, δρεπάνην δ’ ἐπὶ μεσσόθι ζώνης· καὶ γὰρ καὶ θήρεσσι πικρὸν φόνον ἐντύνοιντο, καί τε κακῶν φορέοιεν ἀλεξητήρια φωτῶν.10
95λαιῇ δὲ πεζὸς μὲν ἄγοι κύνας, ἱππελάτης δὲ ἵππων ἰθύνειε κυβερνητῆρα χαλινόν. εὐσταλέως δὲ χιτῶνα καὶ εἰς ἐπιγουνίδα πήξας ἑλκέσθω, σφίγγοιτο δ’ ἐπημοιβοῖς τελαμῶσιν. αὐχένος αὖθ’ ἑκάτερθε παρήορον ἐκ παλαμάων

1

(100)

εἷμα περιστέλλοιτ’ ὀπίσω σθεναρῶν ὑπὲρ ὤμων, ῥήϊον ἐς κάματον· γυμνοῖσι δὲ ποσσὶν ὁδεύειν κείνους, τοῖσιν ἴχνη μέλεται δυσδερκέα θηρῶν, ὄφρα κε μὴ θήρεσσιν ἀπ’ ὄμματος ὕπνον ἕλοιτο ἠχὴ τριβομένων λιπαροῖς ὑπὸ ποσσὶ πεδίλων.
105μηδ’ ἄρα λῶπος ἔχειν μάλα λώϊον· οὕνεκεν εἷμα πολλάκι κινύμενον πνοιῇ κελάδοντος ἀήτου θῆρας ἀνεπτοίησεν, ἀνήϊξαν δὲ φέβεσθαι. ὧδε μὲν εὖ στέλλοιντο θοὸν δέμας ἀγρευτῆρες· τοίους γὰρ φιλέει Λητωϊὰς Ἰοχέαιρα.
110 Ἄλλοτε δ’ ἀλλοίην ὥρην ἐπὶ θῆρας ἰόντων, ἤματος ἱσταμένοιο, καὶ ἤματος ἀνομένοιο, καὶ μεσάτου, ποτὲ δ’ ἑσπερίου· ποτὲ δ’ αὖτε καὶ ὄρφνῃ θῆρας ὑπ’ ἀκτίνεσσι σεληναίης ἐδάμασσαν. Ἠὼς μὲν τέταται περιδέξιος ἀγρευτῆρι
115πᾶσα γαληνιόωσα πανηματίοισι δρόμοισιν
εἴαρι φυλλοτόκῳ καὶ φυλλορόῳ φθινοπώρῳ· ἔξοχα γὰρ τελέθουσι καὶ ἵπποις καὶ μερόπεσσι καὶ κυσὶν ὠμηστῇσι θέειν εὐκραέες ὧραι εἴαρι χρυσείῳ, κρυερῶν νεφέων ἐλατῆρι,12
120ὁππότε ποντοπόροισι βατὴ πλώουσι θάλασσα, ἄργυφα τειναμένοισι λινοπτερύγων ὅπλα νηῶν· ὁππότε γαῖα βροτοῖσι φυτηκομέουσι γέγηθεν· ὁππότε καὶ καλύκεσσι καὶ ἄνθεσιν ἅμματα λύει· ἢ πάλιν ἐσχατίῃσιν ὀπωρινῇσι τροπῇσιν,
125ἡνίκα δῶμα τέθηλεν ὀπωρολόγοιο γεωργοῦ, καρπὸς Ἀθηναίης λιπαρὴν ὅτε γαυλίδα πλήθει καὶ βότρυς ἡμερίδων θλίβων ἐπιλήνια χαίρει, σίμβλα μελισσάων ὅτε λείρια κηρία βρίθει. χείματι δ’ ἐν μεσάτῳ μέσου ἤματος ἀγρώσσοιεν,
130εὖτέ τις ἐν δρυμοῖσιν ὑπὸ σπήλυγγι λιασθείς, κάρφεα λεξάμενός τε καὶ ὠκύμορον φλόγα νήσας, ἄγχι πυρὸς κλινθεὶς ὁπλίσσατο δόρπον ἀμορβός. ἐν δὲ θέρει χρειὼ φυγέειν φλογόεσσαν ἐνιπὴν
ἄζαν τ’ ἠελίου· κέλομαι δ’ ἐπ’ ἄεθλον ἱκάνειν14
135πρώτῃ ὑπ’ ἀμφιλύκῃ, ὅθ’ ἑωθινὸν ἀγροιῶται ἱστοβοῆος ἔνερθεν ὑπ’ εὐποίητον ἐχέτλην γειοτόμον δαμάλῃσιν ἐπιθύνουσιν ἄροτρον· ἢ πάλιν ἑσπερίῃσιν ὅτ’ ἠέλιος ζυγὰ κλίνει, ὁππότε σημαίνουσιν ἑαῖς ἀγέλῃσι νομῆες,
140εὖτε καταστείχουσι ποτὶ σφετέρους πάλι σηκοὺς βριθόμεναι μαζούς τε καὶ οὔθατα κυμαίνουσαι· οἱ δ’ ἀπὸ λαϊνέων ἄμοτον προθορόντες ἐναύλων πάντες ἑαῖσι φίλῃσι περισκαίρουσι τεκούσαις, ἀμφὶ μὲν εὐγλήνους δαμάλας βλοσυρώπεε μόσχω,
145αὐτὰρ ἐϋκραίρους ὄϊας περὶ βληχάδας ἀμνώ, μηκάδας αὖτ’ ἐρίφω, καὶ φορβάδας ὠκέε πώλω. Καὶ μὴν τόσσα φέροιντο ποτὶ κνημοὺς ξυλόχους τε ἐργοπόνοι κρατεροὶ θήρης ἐρικυδέος ὅπλα, ἔντεά τ’ εὐθήροιο μέγα πνείοντα φόνοιο,

1

(150)

ἄρκυας εὐστρεφέας τε λύγους ταναόν τε πάναγρον δίκτυά τε σχαλίδας τε βρόχων τε πολύστονα δεσμά, αἰχμὴν τριγλώχινα, σιγύνην εὐρυκάρηνον,
ἁρπάλαγον κάμακάς τε καὶ εὔπτερον ὠκὺν ὀϊστόν, φάσγανα βουπλῆγάς τε λαγωοφόνον τε τρίαιναν,16
155ἀγκυλίδας σκολιὰς μολιβοσφιγγέας τε κορώνας, σπαρτόδετον μήρινθον ἐΰπλεκτόν τε ποδάγρην, ἅμματά τε στάλικάς τε πολύγληνόν τε σαγήνην. Ἵππους δ’ εἰς θήρην μέγα κυδήεντας ἀγέσθων ἄρσενας· οὐ μόνον ὅττι χερείονές εἰσι πόδεσσι
160θηλύτεραι τελέειν δολιχὸν δρόμον ἐν ξυλόχοισιν, ἀλλ’ ὅτ’ ἀλεύασθαι χρειὼ φιλοδέμνιον ἦτορ ἵππων ὠκυπόδων, ἀπὸ δ’ ἱππάδα τηλός’ ἐρύκειν, ὄφρα κε μὴ χρεμέθωσι λιλαιόμεναι φιλότητος, καί τ’ ἀΐοντες ἄδην κρυερὴν φύζανδε νέωνται
165νεβροὶ δορκαλίδες τε θοαὶ καὶ δειμαλέος πτώξ. ἵππων δ’ αἰόλα φῦλα, τός’ ἔθνεα μυρία φωτῶν, ὅσσα βροτοῖσι γένεθλα δεδασμένα σῖτον ἔδουσιν· ἀλλ’ ἔμπης ἐρέω, τόσσοι μετὰ πᾶσι κραταιοὶ
ὅσσοι θ’ ἱππαλέοισιν ἀριστεύουσιν ὁμίλοις·18
170Τυρσηνοί, Σικελοί, Κρῆτες, Μάζικες, Ἀχαιοί, Καππαδόκαι, Μαῦροι, Σκυθικοί, Μάγνητες, Ἐπειοί, Ἴονες, Ἀρμένιοι, Λίβυες, Θρήϊκες, Ἐρεμβοί. ἵππον δ’ ἐν πάντεσσι πανέξοχον ἐφράσσαντο ἴδμονες ἱπποδρόμων καὶ βουκολίων ἐπίουροι,
175εἴδεσιν ὃς τοίοισιν ὅλον δέμας ἐστεφάνωται· βαιὸν ὑπὲρ δειρῆφι μετήορον ὕψι κάρηνον ἀείροι, μέγας αὐτὸς ἐὼν περιηγέα γυῖα·
ὕψι κάρα, νεάτην δὲ γένυν ποτὶ δειράδα νεύοι· εὐρὺ πέλοι φαιδρόν τε μεσόφρυον· ἐκ δ’ ἄρα κόρσης20
180ἀμφὶ μέτωπα τριχῶν πυκινοὶ σείοιντο κόρυμβοι· ὄμμα τορόν, πυρσωπόν, ἐπισκυνίοισι δαφοινόν· εὐρεῖαι ῥῖνες, στόμα δ’ ἄρκιον, οὔατα βαιά· γυραλέη δειρὴ τελέθοι λασιαύχενος ἵππου, ὡς ὅτε χαιτήεσσα λόφον νεύει τρυφάλεια·
185πουλὺ πέλοι στέρνον, δολιχὸν δέμας, εὐρέα νῶτα,
καὶ ῥάχις ἀμφίδυμος μέσον ἰσχία πιαίνουσα· ἐκ δὲ θέοι πολλὴ μετόπισθε τανύτριχος οὐρή· μηροὶ δ’ εὐπαγέες, μυώδεες· αὐτὰρ ἔνερθεν ὀρθοτενεῖς δολιχοί τε ποδῶν περιηγέες αὐλοὶ22
190καὶ μάλα λεπταλέοι· καὶ σαρκὶ λελειμμένα κῶλα, οἷα τανυκραίροισιν ἀελλοπόδεσς’ ἐλάφοισι· καὶ σφυρὸν ἀγκλίνοιτο, θέοι δὲ περίδρομος ὁπλὴ ὕψι μάλ’ ἐκ γαίης, πυκινή, κερόεσσα, κραταιή. τοῖός μοι βαίνοι κρατερὴν θήρειον ἐνυὼ
195θυμαίνων, συνάεθλος, ἀρήϊος, ὄβριμος ἵππος. Τυρσηνοὶ τοιοίδε καὶ Ἀρμένιοι καὶ Ἀχαιοὶ Καππαδόκαι τε κλυτοὶ Ταύρου πρόπαρ οἵ τε νέμονται. θαῦμα δὲ Καππαδόκεσσι μέγ’ ἔδρακον ὠκυπόδεσσι· εἰσόκε μὲν νεογιλὸν ὑπὸ στομάτεσσιν ὀδόντα

1

(200)

καὶ γλαγερὸν φορέουσι δέμας, τελέθους’ ἀμενηνοί· κραιπνότεροι δὲ πέλουσιν, ὅσῳ μάλα γηράσκουσι. κείνους εἰς πόλεμον μεγαλήτορα θωρήσσοιο αἴθωνάς τ’ ἐπὶ θῆρας· ἐπεὶ μάλα θαρσήεντες
ὅπλοις ἀντιάαν, πυκινὴν ῥῆξαί τε φάλαγγα,24
205θηρσί τ’ ἐνυαλίοισιν ἐναντία δηρίσασθαι. πῶς μὲν γάρ τε μάχαισιν ἀρήϊος ἔκλυεν ἵππος ἦχον ἐγερσίμοθον δολιχῶν πολεμήϊον αὐλῶν; ἢ πῶς ἄντα δέδορκεν ἀκαρδαμύτοισιν ὀπωπαῖς αἰζηοῖσι λόχον πεπυκασμένον ὁπλίτῃσι,
210καὶ χαλκὸν σελαγεῦντα, καὶ ἀστράπτοντα σίδηρον, καὶ μάθεν εὖτε μένειν χρειώ, πότε δ’ αὖτις ὀρούειν, καὶ μάθεν εἰσαΐειν κρατερῶν σύνθημα λοχαγῶν; πολλάκι καὶ δῆριν ἀνδρῶν ἐπελάσσατο πύργοις ἤρεμος ἀσπιδόεσσαν ὑπόπτερον, εὖτε βροτοῖσιν
215ἀσπὶς ὑπὲρ κεφαλῆς ἐπικάρσιον ἀσπίδ’ ἐρείδει, ὁππότ’ ἐέλδονται δηΐων πόλιν ἐξαλαπάξαι, καὶ πεδίον τεύχουσι μετήορον, ἑπταβόειον, δαιδαλέον, πυκινόν, πολυόμφαλον, ἀντία δ’ αἴγλη χαλκοῦ ἀποθρώσκει φαεθοντιάς, αἶψα δ’ ὀπίσσω
220κλινομένης ἀκτῖνος ἀπαστράπτει πολὺς αἰθήρ. ἵπποις γὰρ περίαλλα φύσις πόρε τεχνήεσσα ἡμερίων κραδίην καὶ στήθεσιν αἰόλον ἦτορ· αἰὲν γινώσκουσιν ἑὸν φίλον ἡνιοχῆα καὶ χρεμέθουσιν ἰδόντες ἀγακλυτὸν ἡγεμονῆα
225καὶ πολέμοισι πεσόντα μέγα στενάχουσιν ἑταῖρον. ἵππος ἐν ὑσμίνῃ ῥῆξεν ποτὲ δεσμὰ σιωπῆς
καὶ φύσιος θεσμοὺς ὑπερέδραμε καὶ λάβεν ἠχὴν ἀνδρομέην καὶ γλῶσσαν ὁμοίϊον ἀνθρώποισιν. ἵππος ἐνυαλίοιο Μακηδονίου βασιλῆος26
230Βουκεφάλας ὅπλοισιν ἐναντία δηριάασκεν. ἵππος ἐπ’ ἀνθερίκων ἔθεεν κούφοισι πόδεσσιν, ἄλλος ὑπὲρ πόντοιο, καὶ οὐ στεφάνην ἐδίηνεν. ἵππος ὑπὲρ νεφέων Χιμαροκτόνον ἤγαγε φῶτα, καὶ χρεμέθων ποτὲ πῶλος ὑφ’ ἡνιόχοιο δόλοισι
235θήκατο τῶν Περσῶν Ἀσιηγενέων βασιλῆα. ἔξοχα δ’ αὖ τίουσι φύσιν· τὸ δὲ πάμπαν ἄπυστον ἐς φιλότητα μολεῖν, τὴν οὐ θέμις· ἀλλὰ μένουσιν ἄχραντοι μυσέων, καθαρῆς τ’ ἐράουσι Κυθείρης. ἔκλυον ὡς προπάροιθε πολυκτεάνων τις ἀνάκτων
240καλὸν ἔχεν πεδίοις ἵππων ἀγελαῖον ὅμιλον· τοὺς πάντας μετέπειτα δαμασσαμένη προθελύμνους ἱππαλέη νοῦσος πρόλιπεν δύο, μητέρα μούνην καὶ μητρὸς φιλίης ὑπομάζιον εἰσέτι πῶλον. αὐτὰρ ἐπεὶ μέγας ἦν, πειρᾶτο σχέτλιος ἀνὴρ
245μητέρα παιδὸς ἑοῖο παρ’ ἀγκοίνῃσι βαλέσθαι. τοὺς δ’ ὡς οὖν ἐνόησεν ἀναινομένους φιλότητα καὶ γάμον ἀμφοτέροισιν ἀπώμοτον, αὐτίκ’ ἔπειτα αἰνὰ τιτυσκόμενος δολίην ἐπὶ μῆτιν ὕφαινεν, ἐλπόμενος καλέειν γένος ἵπποισιν παλίνορσον.

1

(250)

ἄμφω μὲν πρώτιστα καλύψατο βυσσοδομεύων ἄλλοισιν ῥινοῖς· μετέπειτα δὲ χρῖσεν ἐλαίῳ πᾶν δέμας εὐώδει, κηώδεϊ· ἔλπετο γὰρ δὴ
ὀδμὴν ἡγήτειραν ἀμαλδῦναι φιλότητος· καὶ λάθεν, ὦ μάκαρες, ῥέζων κακά· καὶ τετέλεστο28
255ξεῖνος, ἀπόπτυστος θάλαμος, στυγερώτατος ἵπποις, οἷος ἐν ἀνθρώποισιν ἐνυμφεύθη προπάροιθε Καδμεῖος γάμος αἰνὸς ἀλήμονος Οἰδιπόδαο. οἱ δ’ ὅτε γυμνωθέντες ἑὴν ἄτην ἐνόησαν, λοξῇσίν τ’ ἄθρησαν ἀνιάζοντες ὀπωπαῖς
260ἡ μὲν ἄρα τλήμων ἄγονον γόνον, αὐτὰρ ὅ γ’ αἶψα αἰνόγαμος κακόλεκτρος ἀμήτορα μητέρα δειλήν, ὕψι μάλ’ ἠέρθησαν, ἀμείλιχα φυσιόωντες, δεσμά τ’ ἀπορρήξαντες ἴτην μεγάλα χρεμέθοντες, οἷα θεοὺς μάκαρας μαρτυρόμενοι κακότητος,
265ἀράς τ’ εὐχόμενοι πολυπήμονι νυμφευτῆρι· ὀψὲ δὲ μυρόμενοί τε καὶ ἄσχετον ἀΐσσοντες, ἀντιπέρην πέτρῃσιν ἑὰς κεφαλὰς ἐλόωντες, ὀστὰ συνηλοίησαν, ἑὸν δ’ ἀπὸ φέγγος ἄμερσαν αὐτοφόνοι, κλίναντες ἐπ’ ἀλλήλοισι κάρηνα.
270ὧδε φάτις προτέροις κλέος ἵπποισιν μέγ’ ἀείδει. ἵππων δ’ ὅσσα γένεθλ’ ἀτιτήλατο μυρίος αἶα, ὠκύτατοι Σικελοί, Λιλυβήϊον οἵτε νέμονται καὶ τρικάρηνον ὄρος ὅθι τοι σκέπας Ἐγκελάδοιο πυρσοῖς αἰθερίοισιν ἐρευγομένοιο κεραυνοῦ
275Σικελικῆς Αἴτνης ἀνεκάχλασεν ἀέναον πῦρ. κραιπνότεροι Σικελῶν δὲ παρ’ Εὐφρήταο ῥέεθρα Ἀρμένιοι Πάρθοι τε βαθυπλόκαμοι τελέθουσιν. ἀλλ’ ἄρα καὶ Πάρθοισι μέγα προφέρουσιν Ἴβηρες, ὠκυτέροισι πόδεσσι κροαίνοντες πεδίοιο.
280κείνοισιν τάχα μοῦνος ἐναντίον ἰσοφαρίζοι αἰετὸς αἰθερίοισιν ἐπιθύνων γυάλοισιν, ἢ κίρκος ταναῇσι τινασσόμενος πτερύγεσσιν, ἢ δελφὶς πολιοῖσιν ὀλισθαίνων ῥοθίοισι. τόσσον Ἴβηρες ἔασι θοοὶ πόδας ἠνεμόεντας·30
285ἀλλ’ ὀλίγοι βαιοί τε μένος καὶ ἀνάλκιδες ἦτορ, καὶ δρόμον ἐν παύροισιν ἐλεγχόμενοι σταδίοισιν· εἴδεα δ’ ἀγλαόμορφα κλυτὸν δέμας ἀμφιέσαντο, ὁπλὴν δ’ οὐ κρατερήν, πηλότροφον, εὐρυπέδιλον. Μαύρων δ’ αἰόλα φῦλα πολὺ προφέρουσιν ἁπάντων
290ἀμφὶ δρόμους ταναούς τε καὶ ἀμφὶ πόνους ἀλεγεινούς. καὶ Λίβυες μετὰ τοὺς δολιχὸν δρόμον ἐκτελέουσιν, ὅσσοι Κυρήνην πουλυψηφῖδα νέμονται. εἴδεα δ’ ἀμφοτέροισιν ὁμοίια, πλὴν ὅσον αὖτε μείζονες εἰσιδέειν Λίβυες κρατεροὶ γεγάασιν,
295ἀλλὰ δέμας δολιχοί· πλευρῇσι γὰρ ἀμφὶς ἔχουσι τῶν ἄλλων πλέονα σπαθίην κτένα· τοὔνεκέν εἰσι πάσσονες εἰσιδέειν καὶ κρείσσονες ἰθὺς ὀρούειν, ἐσθλοὶ δ’ ἠελίου φορέειν πυρόεσσαν ἐρωὴν καί τε μεσημβρινὴν δίψους δριμεῖαν ἐνιπήν.

1

(300)

ἵπποι Τυρσηνοὶ δὲ καὶ ἄπλετα Κρήσια φῦλα ἀμφότερον κραιπνοί τε θέειν δολιχοί τε πέλονται. Μαύρων δ’ ὠκύτεροι Σικελοί, Σικελῶν δέ τε Πάρθοι καὶ χαροποὶ τελέθουσι καὶ ἔξοχον αἰγλήεντες, καὶ μοῦνοι μίμνουσι μέγα βρύχημα λέοντος.
305ἦ γάρ τοι θήρεσσιν ἐπ’ ἄλλοις ἄλλα γένεθλα ἵππων ἄρμενα πολλὰ τά τοι φράζουσιν ὀπωπαί.
στικτοπόδεσς’ ἐλάφοις κυανώπεας ὁπλίζοιο, ἄρκτοισι γλαυκούς, καὶ πορδαλίεσσι δαφοινούς, αἴθωνας δ’ ἵππους πυριλαμπέας ἀμφὶ σύεσσιν,32
310αὐτὰρ ἐριγλήνους χαροποὺς χαροποῖσι λέουσι. κάλλεϊ δ’ ἐν πάντεσσι πέλει πανυπείροχος ἵππος Νησαῖος, τὸν ἄγουσιν ἐρικτέανοι βασιλῆες· καλὸς ἰδεῖν, ἀταλός τε φέρειν ἐϋπείθεϊ δεσμῷ· βαιὸς μὲν κεφαλήν, πολλὸς δὲ βαθύτριχα δειρήν,
315κυδιόων ἑκάτερθε μελιχρύσοισιν ἐθείραις. Ναὶ μὴν ἄλλο γένεθλον ἐπήρατον ὠπήσαιο στικτόν, ἀρίζηλον, τοὺς ὤρυγγας καλέουσιν, ἢ ὅτι καλλικόμοισιν ἐν οὔρεσιν ἀλδήσκουσιν, ἢ ὅτι πάγχυ θέλους’ ἐπὶ θηλυτέρῃσιν ὀρούειν.
320δοιὰ δ’ ἐπ’ ὠρύγγων τελέθει πολυανθέα κάλλη· τοὶ μὲν γὰρ δειρὴν καλλίτριχά τ’ εὐρέα νῶτα γεγράφαται δολιχῇσιν ἐπήτριμα ταινίῃσι, τίγριες οἷα θοοί, κραιπνοῦ Ζεφύροιο γενέθλη· τοὶ δ’ ἄρ’ ἐϋτροχάλοισι περίδρομα δαιδάλλονται
325σφραγῖσιν πυκινῇσιν ὁμοίϊα πορδαλίεσσι· τοὺς ἔτι νηπιάχους γράψαν τεχνήμονες ἄνδρες αἰθομένῳ χαλκῷ ταναὴν τρίχα πυρσεύοντες. δηθάκι δ’ ἄλλα βροτοὶ πανεπίφρονα μητίσαντο,
πῶλον ἐπιγράψαι καὶ νηδύϊ μητρὸς ἐόντα.34
330ὢ πόσση κραδίη, πόσση μερόπεσσι πέλει φρήν. ἔρξαν ὅπως ἐθέλουσι· θέσαν πολυειδέας ἵππους, μητρὸς ἔτι γλαγερῇσι περισχομένους λαγόνεσσιν. ὁππότε θηλυτέρην γὰρ ἕλῃ φιλοτήσιος ὁρμὴ ἵππον τ’ ἐγγὺς ἰόντα κλυτὸν μεγαλήτορα μίμνῃ,
335δὴ τότε δαιδάλλουσι πόσιν καλόν· ἀμφὶ δὲ πάντῃ πᾶν δέμας εὐστίκτοισι περὶ χροιῇσι γράφουσι, καὶ ποτὶ λέκτρον ἄγουσιν ἐπ’ ἀγλαΐῃ κομόωντα. ὡς δέ τις ἠϊθέων ὑπὸ νυμφοκόμοισι γυναιξὶν εἵμασιν ἀργεννοῖσι καὶ ἄνθεσι πορφυρέοισι
340στεψάμενος, πνείων τε Παλαιστίνοιο μύροιο, ἐς θάλαμον βαίνησιν ὑμὴν ὑμέναιον ἀείδων· ὣς ἵππον σπέρχοντα γαμήλιά τε χρεμέθοντα, πρόσθεν ἑῆς ἀλόχοιο κλυτὸν πόσιν ἀφριόωντα, δηρὸν ἐρητύουσι φίλης λελιημένον εὐνῆς·
345ὀψὲ δέ τοι μεθιᾶσιν ἐπήρατον ἐς φιλότητα· ἡ δ’ ὑποκυσαμένη πολυανθέα γείνατο παῖδα, νηδύϊ μὲν πόσιος γόνιμον θορὸν ἀείρασα, δεξαμένη μορφὴν δὲ πολύχροον ὀφθαλμοῖσι. τοῖά νυ κἀκεῖνοι, τοῖσιν δόνακες μεμέληνται,

1

(350)

μησάσθην πυκινοῖσι νοήμασιν ἰξευτῆρες, ὁππότε δαιδάλλουσι πεληϊάδεσσι νεοσσούς· εὖτε γὰρ ἐς φιλότητα θοαὶ τρήρωνες ἴωσι, μιγνύμεναι στομάτεσσι βαρυφθόγγοις ἀλόχοισι, δὴ τότε μῆτιν ὕφαινε κλυτὴν τιθασοτρόφος ἀνήρ,
355ἄγχι δὲ θηλυτέρῃσιν ἐθήκατο δαίδαλα πολλὰ εἵματα πορφύρεα· ταὶ δὲ κλιδὸν ὄσσε βαλοῦσαι
θυμὸν ἰαινόμεναι τίκτους’ ἁλιπόρφυρα τέκνα. ναὶ μὴν ὧδε Λάκωνες ἐπίφρονα μητίσαντο αἷσι φίλαις ἀλόχοις, ὅτε γαστέρα κυμαίνουσι·36
360γράψαντες πινάκεσσι πέλας θέσαν ἀγλαὰ κάλλη, τοὺς πάρος ἀστράψαντας ἐν ἡμερίοισιν ἐφήβους, Νιρέα καὶ Νάρκισσον ἐϋμμελίην θ’ Ὑάκινθον, Κάστορά τ’ εὐκόρυθον καὶ Ἀμυκοφόνον Πολυδεύκην, ἠϊθέους τε νέους, τοί τ’ ἐν μακάρεσσιν ἀγητοί,
365Φοῖβον δαφνοκόμην καὶ κισσοφόρον Διόνυσον· αἱ δ’ ἐπιτέρπονται πολυήρατον εἶδος ἰδοῦσαι, τίκτουσίν τε καλοὺς ἐπὶ κάλλεϊ πεπτηυῖαι. Τόσσα μὲν ἀμφ’ ἵπποισιν· ἀτὰρ κατάβηθι, φίλη φρήν, οἶμον ἐπὶ σκυλάκων· τόσσοι δ’ ἐπὶ πᾶσι κύνεσσιν
370ἔξοχ’ ἀρίζηλοι, μάλα τ’ ἀγρευτῆρσι μέλονται, Παίονες, Αὐσόνιοι, Κᾶρες, Θρήϊκες, Ἴβηρες, Ἀρκάδες, Ἀργεῖοι, Λακεδαιμόνιοι, Τεγεῆται,
Σαυρομάται, Κελτοί, Κρῆτες, Μάγνητες, Ἀμοργοί, ὅσσοι τ’ Αἰγύπτοιο πολυψαμάθοισιν ἐπ’ ὄχθαις38
375βουκολίων οὖροι, Λοκροί, χαροποί τε Μολοσσοί. Εἰ δέ νύ τοι κεράσαι φίλον ἔπλετο δοιὰ γένεθλα, εἴαρι μὲν πρώτιστα λέχος πόρσυνε κύνεσσιν· εἴαρι γὰρ μᾶλλον φιλοτήσια μέμβλεται ἔργα θηρσί τε καὶ σκυλάκεσσι καὶ οὐλομένοισι δράκουσιν
380ἠερίοις τ’ ὄρνισι καὶ εἰναλίοις νεπόδεσσιν. εἴαρι μὲν χολόεντος ἔχις πεφορυγμένος ἰοῦ ἷκτο λέχος ποτὶ θῖνα θαλασσαίης ἀλόχοιο· εἴαρι πόντος ὅλος δὲ περισμαραγεῖ Κυθερείῃ καὶ νέποδες γαμέοντες ἐπιφρίσσουσι γαλήνῃ·
385εἴαρι καὶ τρήρωνες ἐπιθύνουσι πελείαις, ἵπποι δ’ ἀγραύλοις ἐπὶ φορβάσιν ὁπλίζονται, ταῦροι δ’ ἀγροτέρας ἐπὶ πόρτιας ὁρμαίνουσι, καὶ κτίλοι εἱλικόεντες ἐν εἴαρι μηλοβατεῦσι, καὶ κάπροι πυρόεντες ἐπαιχμάζουσι σύεσσι,
390καὶ χίμαροι λασίῃσιν ἐφιππεύουσι χιμαίραις· καὶ δ’ αὐτοῖς μερόπεσσιν ἐν εἴαρι μᾶλλον ἔρωτες· εἴαρι γὰρ πάνδημος ἐπιβρίθει Κυθέρεια. Ἔθνεα σοὶ δὲ κυνῶν θαλαμηπολέοντι μελέσθω ἄρμενά τ’ ἀλλήλοισιν ἐοικότα τ’ ἔξοχα φῦλα.
395Ἀρκάδας Ἠλείοις ἐπιμίσγεο, Παίοσι Κρῆτας, Κᾶρας Θρηϊκίοις, Τυρσηνὰ γένεθλα Λάκωσι, Σαρματικόν τε πόσιν φορέοις πρὸς Ἰβηρίδα νύμφην.
ὧδε μὲν εὖ κεράσειας· ἀτὰρ πολὺ φέρτατα πάντων φῦλα μένειν μονόφυλα, τὰ δ’ ἔξοχα τεκμήραντο40

1

(400)

ἄνδρες ἐπακτῆρες· τὰ δὲ μυρία φῦλα πέλονται, τῶν ἀμόθεν μορφαί τε καὶ εἴδεα τοῖα πελέσθω. μηκεδανόν, κρατερὸν δέμας ἄρκιον, ἠδὲ κάρηνον κοῦφον, ἐΰγληνον· κυαναὶ στίλβοιεν ὀπωπαί· κάρχαρον ἐκτάδιον τελέθοι στόμα· βαιὰ δ’ ὕπερθεν
405οὔατα λεπταλέοισι περιστέλλοιθ’ ὑμένεσσι· δειρὴ μηκεδανή, καὶ στήθεα νέρθε κραταιά, εὐρέα· τὼ πρόσθεν δέ τ’ ὀλιζοτέρω πόδες ἔστων· ὀρθοτενεῖς κώλων ταναοὶ δολιχήρεες ἱστοί· εὐρέες ὠμοπλάται, πλευρῶν ἐπικάρσια ταρσά·
410ὀσφύες εὔσαρκοι, μὴ πίονες· αὐτὰρ ὄπισθε στρυφνή τ’ ἐκτάδιός τε πέλοι δολιχόσκιος οὐρή. τοῖοι μὲν ταναοῖσιν ἐφοπλίζοιντο δρόμοισι δόρκοις ἠδ’ ἐλάφοισιν ἀελλοπόδῃ τε λαγωῷ. Θοῦροι δ’ αὖθ’ ἕτεροι, τοῖσιν μενεδήϊος ἀλκή,
415ὅσσοι καὶ ταύροισιν ἐπέχραον ἠϋγενείοις καὶ σύας ὑβριστῆρας ἐπαΐξαντες ὄλεσσαν·
ὅσσοι μηδὲ λέοντας ἑοὺς τρείουσιν ἄνακτας, ζατρεφέες, πρώνεσσιν ἐοικότες ἀκρολόφοισι· σιμότεροι μὲν ἔασι προσώπατα, δεινὰ δ’ ὕπερθε42
420νεύει ἐπισκυνίοισι μεσόφρυα, καὶ πυρόεντες ὀφθαλμοὶ χαροπαῖσιν ὑποστίλβοντες ὀπωπαῖς· ῥινὸς ἅπας λάσιος· κρατερὸν δέμας· εὐρέα νῶτα· κραιπνοὶ δ’ οὐ τελέθουσιν, ἀτὰρ μένος ἐνδόθι πολλόν, καὶ σθένος ἄφραστον, καθαρόν, καὶ θυμὸς ἀναιδής.
425ἐς μέν νυν θήρην ὁπλίζεο τοῖα γένεθλα αἰχμητῶν σκυλάκων, τοὶ κνώδαλα πάντα δίενται. χροιαὶ δ’ ἀργενναί τε κακαὶ μάλα κυάνεαί τε· οὔτε γὰρ ἠελίοιο φέρειν μένος ὦκα δύνανται οὔτε νιφοβλήτοιο μένος πολυχειμέρου ὥρης.
430κεῖνοι δ’ ἐν πάντεσσιν ἀριστεύουσι κύνεσσι, τοῖς ἴκελαι μορφαὶ μάλα θήρεσιν ὠμηστῇσι, μηλοφόνοισι λύκοις ἢ τίγρεσιν ἠνεμοέσσαις ἢ καὶ ἀλωπήκεσσι θοαῖσί τε πορδαλίεσσιν ἢ ὁπόσοι Δήμητρι πανείκελον εἶδος ἔχουσι
435σιτόχροοι· μάλα γάρ τε θοοὶ κρατεροί τε πέλονται. Εἰ δέ νύ τοι πινυτὴ σκυλακοτροφίη μεμέληται, μήποτ’ ἀμέλγεσθαι σκύλακας νεοθηλέϊ μαζῷ αἰγῶν ἢ προβάτων, μηδ’ οἰκιδίῃσι κύνεσσιν· ἦ γάρ τοι νωθροί τε καὶ οὐτιδανοὶ βαρύθοιεν·
440ἀλλ’ ἐλάφων ἤ που μαζῷ τιθασοῖο λεαίνης ἤ που δορκαλίδων ἢ νυκτιπόροιο λυκαίνης· ὧδε γὰρ ἂν κρατερούς τε καὶ ὠκέας ἔξοχα θείης,
εἰδομένους αὐτῇσι γαλακτοφόροισι τιθήναις. Αὐτὰρ νηπιάχοισιν ἐπ’ οὐνόματα σκυλάκεσσι44
445βαιὰ τίθει, θοὰ πάντα, θοὴν ἵνα βάξιν ἀκούῃ. ἵπποισι κρατεροῖσι δ’ ὁμήθεες ἀγρευτῆρσιν ἐξέτι νηπιάχων ἔστων, μερόπεσσί τε πᾶσιν ἠθάδιοι φίλιοί τε, μόνοισι δὲ θήρεσιν ἐχθροί. μηδ’ ὑλάαν ἐθέλοιεν· ἐπεὶ μάλα θηρευτῆρσι

1

(450)

σιγὴ τέθμιός ἐστι, πανέξοχα δ’ ἰχνευτῆρσιν. Εἴδεα δὲ στιβίης δυσδερκέος ἔπλετο δισσά, ἀνδρῶν ἠδὲ κυνῶν· μέροπες μὲν ἄρ’ αἰολόβουλοι ὄμμασι τεκμήραντο καὶ ἐφράσσαντο κέλευθα· μυξωτῆρσι κύνες δὲ πανίχνια σημήναντο.
455ναὶ μὴν ἀνθρώποισι πέλει περιδέξιος ὥρη χειμερίη, στείβουσί τ’ ἀμοχθήτοισιν ὀπωπαῖς, οὕνεκα καὶ νιφετοῖσι γεγραμμένα πάνθ’ ἅμ’ ὁρᾶται καὶ πηλοῖσι μένει τετυπασμένα εἴκελα ταρσῷ. ἐχθρὸν ἔαρ δὲ κύνεσσι, φίλον δὲ πέλει φθινόπωρον·
460εἴαρι γὰρ βοτάνῃσιν ἄδην ποιητρόφος αἶα ἄνθεσι πληθύει τε πολύπνοος, ἀμφὶ δὲ πάντῃ εὐστέφανοι λειμῶνες ἀνήροτα πορφύρουσι, καὶ πᾶσαν στιβέεσσιν ἐϋρρίνοισι κύνεσσιν ὀσμὴν πρεσβεύτειραν ἀμαλδύνουσιν ἄρουραι·
465αὐτὰρ ἐν εὐκάρπῳ γλυκεροσταφύλῳ φθινοπώρῳ ποῖαι καὶ βοτάναι καί τ’ ἄνθεα γηράσκουσι, γυμνὴ δὲ σκυλάκεσσι μένει θήρειος ἀϋτμή. Ἔστι δέ τι σκυλάκων γένος ἄλκιμον ἰχνευτήρων, βαιόν, ἀτὰρ μεγάλης ἀντάξιον ἔμμεν’ ἀοιδῆς·46
470τοὺς τράφεν ἄγρια φῦλα Βρετανῶν αἰολονώτων· αὐτὰρ ἐπικλήδην σφὰς Ἀγασσαίους ὀνόμηναν. τῶν ἤτοι μέγεθος μὲν ὁμοίϊον οὐτιδανοῖσι λίχνοις οἰκιδίοισι τραπεζήεσσι κύνεσσι, γυρόν, ἀσαρκότατον, λασιότριχον, ὄμμασι νωθές,
475ἀλλ’ ὀνύχεσσι πόδας κεκορυθμένον ἀργαλέοισι καὶ θαμινοῖς κυνόδουσιν ἀκαχμένον ἰοφόροισι· ῥίνεσι δ’ αὖτε μάλιστα πανέξοχός ἐστιν Ἀγασσεὺς καὶ στιβίῃ πανάριστος· ἐπεὶ καὶ γαῖαν ἰόντων ἴχνιον εὑρέμεναι μέγα δὴ σοφός, ἀλλὰ καὶ αὐτὴν
480ἴδμων ἠερίην μάλα σημήνασθαι ἀϋτμήν. Καί τις ἐπακτήρων πειρηθῆναι σκυλακήων ἱμείρων, προπάροιθε πυλάων αἰπεινάων ἢ νέκυν ἢ ζώοντα φέρει παλάμῃσι λαγωόν· ἑρπύζει δὲ πάροιθε παραιβαδὸν ἀτραπιτοῖο,
485πρῶτα μὲν ἰθεῖαν, μετέπειτα δὲ δοχμὸν ἐλαύνων,
λαιῇ, δεξιτερῇ, σκολιὴν ὁδὸν ἀμφὶς ἑλίσσων· ἀλλ’ ὅτε δὴ μάλα πολλὸν ἀπ’ ἄστεος ἠδὲ πυλάων ἔλθῃ, δὴ τότε βόθρον ὀρυξάμενος κατέθαψε· νοστήσας δ’ ἐπὶ ἄστυ παλίσσυτος αὐτίκ’ ἀγινεῖ48
490ἀτραπιτοῖο πέλας κύνα μέρμερον· αὐτὰρ ὅγ’ αἶψα ὠρίνθη, φριμάᾳ τε λαγωείης ὑπ’ ἀϋτμῆς· ἴχνια μαστεύει δὲ κατὰ χθονός, οὐδὲ μάλ’ εὑρεῖν ἱμείρων δύναται· μάλα δ’ ἀσχαλόων ἀλάληται. ὡς δ’ ὅτε τις κούρη δέκατον περὶ μῆνα σελήνης
495πρωτοτόκος λοχίῃσιν ὑπ’ ὠδίνεσσι τυπεῖσα λύσατο μὲν πλοκάμους, λῦσεν δ’ ἀπὸ δαίδαλα μαζῶν, ἠδ’ ἀχίτων δειλή τε καὶ ἀκρήδεμνος ἐοῦσα στρωφᾶται πάντῃ κατὰ δώματα καὶ μογέουσα ἄλλοτε μὲν πρόδομον μετανίσσεται, ἄλλοτε δ’ αὖτε

1

(500)

ἐς λέχος ἰθύει, ποτὲ δ’ ἐν κονίῃσι ῥιφεῖσα κωκύει ῥοδαλῇσιν ἐπισμήχουσα παρειαῖς· ὣς ὅ γε, θυμοβόροισιν ἀνιάζων ὀδύνῃσι, τῇ καὶ τῇ θύει τε καὶ ἑξείης ἐρεείνει πάντα λίθον καὶ πάντα λόφον καὶ πᾶσαν ἀταρπὸν
505δένδρεά θ’ ἡμερίδας τε καὶ αἱμασιὰς καὶ ἀλωάς. ἀλλ’ ὁπότ’ ἴχνεος ὀψὲ διηερίοιο τυχήσῃ, καγχαλάᾳ κνυζεῖ τε κεχαρμένος, οἷά τε τυτθαὶ σκιρτεῦσιν δαμάλαι περὶ πόρτιας οὐθατοέσσας· ὣς καὶ τῷ μάλα θυμὸς ἐχήρατο, σευόμενος δὲ
510εἱλεῖται σκολιοῖσιν ἐπεμβεβαὼς πεδίοισιν· οὐδ’ ἀπό μιν πλάγξαις, οὐδ’ εἰ μάλα τηλόθ’ ἐλαύνοις, ἰθύει δ’ ἀπρὶξ γλυκερῆς δεδραγμένος ὀδμῆς, εἰσόκε τέρμα πόνοιο καὶ εἰς βαλβῖδα περήσῃ. εἰ δέ μιν ὁπλίσσειας ἀθηρήτοισι λαγωοῖς,
515λάθρη μὲν πελάει, κατὰ δ’ ἴχνιον ἴχνος ἐρείδει, βαιὸς ὑφ’ ἡμερίσιν κεκαλυμμένος ἢ καλάμῃσιν, οἷά τε ληϊστὴρ ἐρίφων κλόπος, ὅστε νομῆα
ὑπνώοντα πέλας δεδοκημένος ἤρεμος ἕρπει. ἀλλ’ ὅτε δὴ λόχμῃσι λαγωείῃσι πελάσσῃ,50
520ῥίμφ’ ἔθορεν, τόξῳ ἐναλίγκιος ἠὲ δράκοντι συρικτῇ, τὸν ὄρινεν ἑῆς πάρος ἀτρεμέοντα ἰοδόκου χειῆς ἀμαλητόμος ἤ τις ἀροτρεύς. ὣς ὅ γε καγχαλόων ὠκὺς θόρεν· ἢν δὲ τυχήσῃ, ῥεῖά μιν ὀξυτέροισι δαμασσάμενος ὀνύχεσσι
525καὶ γενύεσσιν ἑλὼν φόρτον μέγαν ἀντιάσειεν· ὦκα φέρει μογέων τε βαρυνόμενός τε πελάζει. οἵη δ’ ἐκ ληΐοιο φέρει θέρος ἀμητοῖο βριθομένη πυρῷ τε μετ’ αὔλιον εἶσιν ἀπήνη, τὴν δ’ ἐσιδόντες ὄρουσαν ἀολλέες ἀγροιῶται,
530πρόπροθι δ’ ἀντήσαντες ὁ μὲν κύκλοισιν ἐρείδει, ἄλλος ὑπερτερίην, ὁ δ’ ἄρ’ ἄξονα βουσὶν ἀρήγων· εἰς αὖλιν δὲ μολόντες ἐλύσανθ’ ἱστοβοῆα, ταῦροι δ’ ἱδρώοντες ἀνέπνευσαν καμάτοιο, θυμὸς δ’ ἠπεδανοῦ μέγ’ ἐχήρατο βουπελάταο·
535ὣς ὁ μὲν ἱκνεῖται φόρτον γενύεσσιν ἀγινῶν. αὐτὰρ ὅ γ’ ἀντιάᾳ κεχαρημένος ὠκὺς ἐπακτήρ, ἄμφω δ’ ἀείρας ἀπὸ μητέρος ὑψόθι γαίης,
κόλποισιν θέτο θῆρα καὶ αὐτὸν θηροφονῆα.52

2

Εἰ δ’ ἄγε μοι, Ζηνὸς θύγατερ, καλλίσφυρε Φοίβη, παρθένε χρυσομίτρη, δίδυμον γένος Ἀπόλλωνι, εἰπέμεναι μερόπων τίς ἀγασθενέων θ’ ἡρώων σῆς ἀπὸ χειρὸς ἄειρε μεγακλέα δήνεα θήρης.
5 Ἀμφὶ πόδας Φολόης ἀνεμώδεος ἄγρια φῦλα θηρομιγῆ, μερόπων μὲν ἐπ’ ἰξύας, ἰξυόφιν δὲ ἵππων ἡμιβρότων, ἐπιδόρπιον εὕρετο θήρην. ἐν μερόπεσσι δὲ πρῶτος ὁ Γοργόνος αὐχέν’ ἀμέρσας, Ζηνὸς χρυσείοιο πάϊς κλυτός, εὕρετο Περσεύς·
10ἀλλὰ ποδῶν κραιπνῇσιν ἀειρόμενος πτερύγεσσι καὶ πτῶκας καὶ θῶας ἐλάζυτο καὶ γένος αἰγῶν ἀγροτέρων δόρκους τε θοοὺς ὀρύγων τε γένεθλα ἠδ’ αὐτῶν ἐλάφων στικτῶν αἰπεινὰ κάρηνα. ἱππαλέην δ’ ἄγρην ὁ φαεσφόρος εὕρετο Κάστωρ·
15καὶ τοὺς μὲν κατέπεφνεν ἐπίσκοπον ἰθὺς ἄκοντι βαλλόμενος, τοὺς δ’ αὖτε θοοῖς ἵπποισιν ἐλαύνων
θῆρας ἕλε ξυνοχῇσι μεσημβρινοῖο δρόμοιο. πρὸς δὲ μόθους θηρῶν κύνας ὥπλισε καρχαρόδοντας διογενὴς πρῶτος Λακεδαιμόνιος Πολυδεύκης·54
20καὶ γὰρ πυγμαχίῃσι λυγροὺς ἐναρίξατο φῶτας καὶ σκυλάκεσσι θοαῖς βαλίους ἐδαμάσσατο θῆρας. ἔξοχα δ’ ἐν σταδίοισιν ὀρειοτέροισι μόθοισιν Οἰνείδης ἤστραψεν ἐνυάλιος Μελέαγρος. ἄρκυας αὖτε βρόχους τε καὶ ἀγκύλα δίκτυα πρῶτος
25Ἱππόλυτος μερόπεσσιν ἐπακτήρεσσιν ἔφηνε. Σχοινῆος πρώτη δὲ κλυτὴ θυγάτηρ Ἀταλάντη θηρσὶ φόνον πτερόεντα συηβόλος εὕρετο κούρη. νυκτερίους δὲ δόλους, νυχίην πανεπίκλοπον ἄγρην, Ὠρίων πρώτιστος ἐμήσατο κερδαλεόφρων.
30τόσσοι μὲν θήρης κρατεροὶ πάρος ἡγεμονῆες. πολλοὺς δ’ αὖ μετόπισθεν ἔρως ἐδαμάσσατο δριμύς· οὐ γάρ τις κέντροισι δαμεὶς ἄγρης ἐρατεινῆς αὖθις ἑκὼν λείψειεν· ἔχει δέ μιν ἄσπετα δεσμά. οἷος μὲν γλυκὺς ὕπνος ἐπ’ ἄνθεσιν εἴαρος ὥρῃ,
35οἵη δ’ αὖτε θέρευς γλυκερὴ σπήλυγγι χαμεύνη, οἵη δ’ ἐν σκοπέλοισιν ἐπακτήρεσσι πάσασθαι τερπωλή· πόσση δὲ χάρις κείνοισιν ὀπηδεῖ δρεπτομένοις αὐτοῖσι μελιχρῆς ἄνθος ὀπώρης· ψυχρὸν δ’ ἐξ ἄντροιο προχεύμενον ἄργυφον ὕδωρ
40οἷον κεκμηῶσι ποτὸν γλυκερόν τε λοετρόν· οἷα δ’ ἐνὶ ξυλόχοις κεχαρισμένα δῶρα φέρουσιν ἐν γλυκεροῖς ταλάροισι παρ’ αἰπολίοισι νομῆες. Ἀλλ’ ἄγε δὴ ταύρων ζηλήμονα πάγχυ γενέθλην
πρῶτον ἀείδωμεν καὶ μυρίον ἔξοχα νεῖκος56
45οἷον ὑπὲρ θαλάμοιο πανάγρια δηρίσαντο. εἷς βασιλεὺς ἀγέληφι τυραννεύων ὄχ’ ἄριστος βαιοτέροις ταύροις καὶ θηλυτέρῃσιν ἀνάσσει· πέφρικεν δ’ ἀγέλη κεραὸν μέγαν ἡγεμονῆα· αἱ δ’ αὖτε τρομέουσιν ἑὸν πόσιν ἀγριόωντα,

2

(50)

ὁππότε μυκήσαιτ’, ἄγριοι βόες· ἀλλ’ ὅτ’ ἐπ’ ἄλλῳ ταῦρος ἀποκρινθεὶς ἀγέλης, πλατὺν αὐχένα τείνας, οἶος ἴῃ, κἀκεῖνος ἄναξ σφετέροισιν ἀνάσσων, δὴ τότ’ ἐπ’ ἀμφοτέροισιν ὑπέρβιος ἵστατ’ ἐνυώ. πρῶτα μὲν ἀντίπρωρον ἐς ἀλλήλους ὁρόωντες
55ἄγρια θυμαίνοντι χόλῳ μέγα παιφάσσουσι καὶ πυρόεν πνείουσι καὶ ἀμῶνται ποσὶ γαῖαν, οἷα κονιόμενοι· προκαλίζονται δ’ ἑκάτερθεν, ὀξέα κεκλήγοντες ἐνυαλίοισιν ἀϋταῖς· αὐτὰρ ἐπεὶ σάλπιγξαν ἐφ’ ὑσμίνην ἀλεγεινήν,
60ἄσχετον ἀΐσσουσιν, ἑοῖσι δ’ ἄφαρ κεράεσσι πᾶν δέμας ἀλλήλοισιν ἀμοιβαδὶς οὐτάζουσιν. οἷα δ’ ἐνὶ πτολέμῳ βυθίῳ, ὅτε ναυμάχος Ἄρης δῆριν ἀείρηται, δοιαὶ πανυπείροχα νῆες, στράπτουσαι θαμινοῖσιν ἐναντίον ὁπλίτῃσιν,
65ἀντίβιον πρώρῃσι μετωπαδὸν ἐγχρίμπτονται, σπερχόμεναι πνοιῇ τε λάβρῳ παλάμηφι τε ναυτῶν· ἔντεσι χαλκείοις δὲ περιβρέμεται κτύπος ἀνδρῶν
νηῶν τ’ ἀγνυμένων· στένεται δ’ ὅλος οἴδματι Νηρεύς· τοῖος καὶ ταύροισιν ἐς αἰθέρα δοῦπος ἱκάνει,58
70θεινόντων ἄμοτον καὶ θεινομένων κεράεσσιν, εἰσόκε δή τις ἕλῃσι φίλην ἑτεραλκέα νίκην. αὐτὰρ ὅ γ’ οὔτι φέρει δοῦλον ζυγόν· αἰδόμενος δὲ καὶ βαρέα στενάχων ἐπὶ δάσκιον ἤλυθεν ὕλην· οἶος δ’ ἐν σκοπέλοισι περιπλομένων ἐνιαυτῶν
75φέρβετ’ ὀρειαύλοισιν ἀποσταδὸν ἐν ξυλόχοισιν, οἷά τις ἀθλεύων· βριαρὸν δ’ ὅτε κάρτος ἴδηται καὶ σθένος ἀμφήριστον, ἀνέκραγεν αὐτίκ’ ὄρεσφιν· αὐτὰρ ὅγ’ ἀντήϋσεν· ἐπεσμαράγησε δὲ δρυμών· ἀλλ’ ὅτε θαρσήσειε κραταιοτέρῃσιν ἀϋταῖς,
80δή ῥα τότ’ ἐξ ὀρέων ἐπὶ δήϊον εὐθὺς ἱκάνει, ῥεῖα δ’ ἕλεν· φορβαῖς γὰρ ἑὸν δέμας ἐξήσκησε τηλόθ’ ἐνὶ δρυμοῖσι σθενοβλαβέος Κυθερείης. Εἴδεα πολλὰ πέλει δὲ καὶ ἤθεα μυρία ταύροις. Αἰγύπτου μὲν ἔασι παρ’ ὄχθαις ἀγλαοκάρποις
85Νείλου πυροφόροιο πολυσχιδέος ποταμοῖο
χιόνεοι χροιήν, μέγεθος πάντων ὄχ’ ἄριστοι· φαίης κεν κατὰ γαῖαν ἴμεν βαθυτέρμονα νῆα ἤπια δὲ φρονέουσι καὶ ἠθάλεοι μερόπεσσιν, ὅττι βροτοὶ δ’ ἐνέπουσιν, ἐνηέες ἐξανέχονται.60
90 Οἱ Φρύγιοι χροιὴν μὲν ἀριπρεπέες τελέθουσι, ξανθοί τε φλογεροί τε· βαθεῖαι δ’ αὐχένι σάρκες· σφαιρωτὸς δ’ ἐφύπερθε μετήορος ὕψι κόρυμβος. ξείνη δ’ ἐν κεράεσσι φύσις κείνοισι τέτυκται· οὐ γάρ τοι κρατερῇσιν ὑπὲρ κεφαλῆφι πέπηγε,
95κλίνουσιν δὲ κέρατα καὶ ἀγκλίνους’ ἑκάτερθε. Μώνυχες Ἀόνιοι, στικτὸν γένος, οἰοκέρωτες, ἔκ τε μέσου κέρας αἰνὸν ἐπαντέλλουσι μετώπου. Ἀρμενίοις δίδυμον μὲν ἀτὰρ κέρας εἱλικόμορφον αἰχμῇσιν, μέγα πῆμα, παλίστροφον ἠέρτηται.

2

(100)

Οἱ Σύριοι ταῦροι δέ, Χεροννήσοιο γένεθλα, αἰπεινὴν τοὶ Πέλλαν ἐΰκτιτον ἀμφινέμονται, αἴθωνες, κρατεροί, μεγαλήτορες, εὐρυμέτωποι, ἄγραυλοι, σθεναροί, κερααλκέες, ἀγριόθυμοι, μυκηταί, βλοσυροί, ζηλήμονες, εὐρυγένειοι·
105ἀλλ’ οὐ πιαλέοι δέμας ἀμφιλαφὲς βαρύθουσιν, οὐδὲ πάλιν λιπόσαρκοι ἑὸν δέμας ἀδρανέουσιν· ὧδε θεῶν κλυτὰ δῶρα κερασσάμενοι φορέουσιν, ἀμφότερον κραιπνοί τε θέειν σθεναροί τε μάχεσθαι·
κεῖνοι, τοὺς φάτις ἔσκε Διὸς γόνον Ἡρακλῆα62
110καρτερὸν ἀθλεύοντ’ ἀγέμεν πάρος ἐξ Ἐρυθείης, ὁππότ’ ἐπ’ Ὠκεανῷ δηρίσατο Γηρυονῆϊ καὶ κτάνεν ἐν σκοπιῇσιν· ἐπεὶ πόνον ἄλλον ἔμελλεν οὐχ Ἥρῃ τελέειν οὐδ’ Εὐρυσθῆος ἐνιπαῖς, Ἀρχίππῳ δ’ ἑτάρῳ, Πέλλης ἡγήτορι δίης.
115ἦ γάρ τοι προπάροιθε παραὶ πόδας Ἐμβλωνοῖο πᾶν πεδίον πελάγιζεν· ἐπεὶ πολὺς αἰὲν Ὀρόντης ἵετ’ ἐπειγόμενος, χαροποῦ δ’ ἐπελήθετο πόντου, δαιόμενος Νύμφης κυανώπιδος Ὠκεανίνης· δήθυνεν δὲ πάγοισι, κάλυπτε δ’ ἐρίσπορον αἶαν
120οὔτι θέλων προλιπεῖν δυσέρωτα πόθον Μελιβοίης. οὔρεσί τ’ ἀμφοτέρωθε περίδρομος ἐστεφάνωτο τειναμένοις ἑκάτερθεν ἐπ’ ἀλλήλοισι κάρηνα· ἤϊεν ἀντολίηθε Διόκλειον δέμας αἰπύ, ἐκ δ’ ἄρα δυσμάων λαιὸν κέρας Ἐμβλωνοῖο,
125αὐτὸς δ’ ἐν μεσάτοισιν ἐπαιγίζων πεδίοισιν, αἰὲν ἀεξόμενος καὶ τείχεος ἐγγὺς ὁδεύων, χέρσον ὁμοῦ καὶ νῆσον, ἐμὴν πόλιν, ὕδασι χεύων.
τοὔνεκεν αὐτίκ’ ἔμελλε Διὸς γόνος ἀμφοτέροισι νάματα μετρήσειν ῥοπάλῳ καὶ χερσὶ κραταιαῖς,64
130ὕδατα δ’ ἐκ πεδίοιο διακριδὸν ἰθύνεσθαι εὐπλοκάμου λίμνης ἠδ’ εὐτροχάλου ποταμοῖο. ἔρξε δὲ πουλὺν ἄεθλον, ἐπεὶ στεφάνην διέκερσεν ἀμφιβόλων ὀρέων, λῦσεν δ’ ἄπο λάϊνα δεσμά, καὶ ποταμὸν προέηκεν ἐρευγόμενον προμολῇσιν,
135ἄσχετα κυμαίνοντα καὶ ἄγρια μορμύροντα, ἴθυνεν δ’ ἐπὶ θῖνας· ὁ δ’ ἔβραχεν ἠπύτα πόντος καὶ Συρίου κονάβησε μέγαν δέμας αἰγιαλοῖο. οὐ τοίω γ’ ἑκάτερθε πολυσμαράγοιο θαλάσσης ἀντιπόρω ποταμὼ καταβαίνετον ὕδατι λάβρῳ·
140ἔνθεν μὲν Βορέαο τεμὼν ἀργῆτα χαλινὰ ἂν Σκυθίην Ἴστρος λέλακεν μέγα πάντοθε πάντῃ, συρόμενος κρημνοῖσι καὶ ὑδατοπλήγεσιν ἄκραις· τῇ δ’ αὖτ’ ἐκ Λιβύης ἱερὸν ῥόον Αἰγύπτοιο ἀμφί ἑ ῥηγνύμενον τρομέει ταναηχέτα πόντος.
145ὣς ποταμὸς κελάρυζε μέγας περὶ θῖνας Ὀρόντης σμερδαλέον μύκημα· πελώρια δ’ ἴαχον ἀκταὶ δεχνύμεναι κόλποισι νεήλυδος οἶδμα θαλάσσης· γαῖα δ’ ἀνέπνευσεν μελανόχροος, οὐθατόεσσα, κύματος ἐξαναδῦσα, νέον πέδον Ἡρακλῆος.

2

(150)

πάντῃ δ’ εἰσέτι νῦν σταχυηκομέουσιν ἄρουραι, πάντῃ δ’ ἔργα βοῶν θαλερὰς βέβριθεν ἀλωὰς Μεμνόνιον περὶ νηόν, ὅθ’ Ἀσσύριοι ναετῆρες Μέμνονα κωκύουσι, κλυτὸν γόνον Ἠριγενείης, ὅν ποτε Πριαμίδῃσιν ἀμυνέμεναι πελάσαντα
155θαρσαλέος πόσις ὦκα δαμάσσατο Δηϊδαμείης. ἀλλὰ τὰ μὲν κατὰ κόσμον ἀείσομεν εὐρέα κάλλη πάτρης ἡμετέρης ἐρατῇ Πιμπληΐδι μολπῇ· νῦν δὲ παλίντροπος εἶμι κλυτὴν θήρειον ἀοιδήν. Ἔστιν ἀμαιμάκετον φονίοις ταύροισι γένεθλον,66
160τοὺς καλέουσι Βίσωνας· ἐπεὶ πάτρης τελέθουσι Βιστονίδος Θρῄκης· ἀτὰρ ἔλλαχον εἴδεα τοῖα· φρικαλέην χαίτην μὲν ἐπωμαδὸν αἰθύσσουσιν αὐχέσι πιαλέοισι καὶ ἀμφ’ ἀταλοῖσι γενείοις· οἷά τε λαχνήεντες ἀριπρεπὲς εἶδος ἔχουσι
165ξανθοκόμαι, βλοσυροί, θηρῶν μεδέοντε λέοντες· ὀξεῖαι κεράων δὲ πυριγλώχινες ἀκωκαὶ χαλκείοις γναμπτοῖσιν ἐπείκελοι ἀγκίστροισιν· ἀλλ’, οὐχ ὡς ἑτέροισιν, ἐναντίον ἀλλήλοισι νεύουσι στυγερῶν κεράων ἐπικάρσιον αἰχμαί,
170ὕπτια δ’ εἰσορόωντα πρὸς αἰθέρα φοίνια κέντρα. τοὔνεκεν, ὁππότε δή τιν’ ἐπιχρίμψωσι κιχόντες ἢ βροτὸν ἤ τινα θῆρα, μετήορον ἀείρουσι. γλῶσσα δὲ τοῖς στεινὴ μὲν ἀτὰρ τρηχεῖα μάλιστα, οἷα σιδηροβόροιο πέλει τέχνασμα σιδήρου·
175γλώσσῃ δ’ αἱμάσσοντες ἀπὸ χρόα λιχμάζουσι.
Ναὶ μὴν ὠκυπόδων ἐλάφων γένος ἔτραφεν αἶα εὐκέραον, μεγαλωπόν, ἀριπρεπές, αἰολόνωτον, στικτόν, ἀρίζηλον, ποταμηπόρον, ὑψικάρηνον, πιαλέον νώτοις καὶ λεπταλέον κώλοισιν·68
180οὐτιδανὴ δειρὴ καὶ βαιοτάτη πάλιν οὐρή· τετράδυμοι ῥῖνες, πίσυρες πνοιῇσι δίαυλοι· ἀβληχρὴ κραδίη καὶ θυμὸς ἔσωθεν ἄναλκις, καὶ κωφαὶ κεράων αἰχμαὶ τόσον ἀντέλλουσιν· οὔ ποτε γὰρ κεφαλῆφιν ἐναντία δηρίσαιντο,
185οὐ θηρσὶ κρατεροῖς, οὐκ ἀργαλέοισι κύνεσσιν,
οὐδ’ αὐτοῖς δειλοῖς λασιοκνήμοισι λαγωοῖς. Τρηχὺς δ’ αὖτ’ ἐλάφοισιν ἔρως πολλή τ’ Ἀφροδίτη καὶ θυμὸς ποτὶ λέκτρον ἀναιθόμενος πρόπαν ἦμαρ, οἷον ἀειθούροισιν ἀλεκτρυόνεσσι μαχηταῖς70
190πᾶσίν τ’ ἀνθοκόμοις πτεροείμοσιν οἰωνοῖσι. κεύθουσιν λαγόνεσσι δ’ ὑπ’ αὐτὴν ἔνδοθι νηδὺν ἀμφιδύμους ὁλκούς· τοὺς εἴ κέ τις ἀμήσειεν, αὐτίκα θῆλυν ἔθηκε, πρόπαν δ’ ἀπέρευσε καρήνων ὀξύκομον κεράων πολυδαίδαλον αἰόλον ἔρνος.
195οὐ μὲν ἄρ’ εἰς εὐνὴν γάμιος νόμος οἷά τε θηρσὶ τοῖς ἄλλοις, ξεῖνοι δὲ πόθοι κείνοισι μέλονται· οὔτε γὰρ ἑσταότες παρὰ τέμπεσιν ἀγρονόμοισιν, οὔτ’ ἄρα κεκλιμένοι χθαμαλοῖσιν ἐπ’ ἄνθεσι ποίης θηλυτέραις ἐλάφοισιν ὁμιλαδὸν εὐνάζονται,

2

(200)

ἀλλὰ ποσὶ κραιπνοῖσι θέων ἐκίχανε θέουσαν· φεύγουσαν μάρπτει δὲ καὶ ἀγκὰς ἔχει παράκοιτιν· ἀλλ’ οὐδ’ ὣς παρέπεισε· φέρουσα πόσιν δ’ ἐπὶ νώτου ἐμμενέως φεύγει, παναμείλιχον ἦτορ ἔχουσα· αὐτὰρ ὅ γ’ ἑσπόμενος δισσοῖς λαιψηρὰ πόδεσσιν
205οὐ μεθίησι πόθον, γαμίους δ’ ἐτελέσσατο θεσμούς.
ἀλλ’ ὅτε δὴ μετόπισθε περιπλομένῃσι σελήναις θηλυτέρη τίκτει, τρίβον ἀνθρώπων ἀλεείνει, οὕνεκεν ἀτραπιτοὶ μερόπων θήρεσσι βέβηλοι. Ἔξοχα δ’ ἐν θήρεσσιν ἐπ’ ἀγλαΐῃ κομόωσιν72
210ἄρσενες εὐκέραοι, πολυδαίδαλον ἔρνος ἔχοντες· ἦ γὰρ ἐϋσχιδέων κεράων ὥρησι πεσόντων, βόθρον μὲν κατὰ γαῖαν ὀρυξάμενοι κατέθαψαν, ὄφρα κε μή τις ἕλῃσιν ἐπ’ αὔλακος ἀντιβολήσας· κεύθονται δ’ αὐτοὶ πυμάτοις λασίοισί τε θάμνοις,
215αἰδόμενοι θήρεσσι καρήατα τοῖα φανῆναι, γυμνά, τά τοι προπάροιθε μετήορον ἀείροντο. Ἀμφίβιοι δ’ ἔλαφοι· καὶ γὰρ τραφερὴν πατέουσι καὶ πόντον περόωσιν, ὁμόστολον ἀλλήλοισι ναυτιλίην πλώοντες, ὅτ’ ἐξανύουσι θάλασσαν·
220πρόσθε μὲν εἷς ἐλάφοισιν ἐπὶ στίχας ἡγεμονεύει,
οἷα κυβερνητὴρ μεθέπων οἰήϊα νηός· τῷ δ’ ἕτερος κατὰ νῶτον ἐρειδόμενος μετόπισθε δειρὴν ἠδὲ κάρηνον ὁμαρτεῖ ποντοπορεύων· ἄλλος δ’ ἄλλον ἔπειτα φέρων τέμνουσι θάλασσαν.74
225ἀλλ’ ὅτε νηχόμενον κάματος πρώτιστον ἕλῃσι, στοῖχον ὁ μὲν προλιπὼν ἔμολεν ποτὶ τέρμα φάλαγγος, παύσατο δ’ ἀγκλινθεὶς ἑτέρῳ βαιὸν καμάτοιο· ἄλλος δ’ αὖτ’ οἴηκας ἔχων ἐπὶ πόντον ὁδεύει· πάντες δὲ πλώοντες, ἀμοιβαδὶς ἡγεμονῆες,
230ποσσὶ μὲν οἷα πλάταισιν ἐρέσσουσιν μέλαν ὕδωρ, ὕψι δ’ ἀνίσχονται κεράων πολυήρατον εἶδος, οἷά τε λαίφεα νηὸς ἐπιτρέψαντες ἀήταις. Ἔχθος δ’ ἀλλήλοισιν ἀνάρσιον αἰὲν ἔχουσι πᾶν ὀφίων ἐλάφων τε γένος, πάντῃ δ’ ἐρεείνει
235οὔρεος ἐν βήσσῃς ἔλαφος θρασὺν ἑρπηστῆρα. ἀλλ’ ὅτ’ ἴδῃ στροφάλιγξιν ὑφαινόμενον δολιχῇσιν ἴχνος ὀφιόνεον, μέγα καγχαλόων ἀφικάνει ἆσσον φωλειοῦ, ῥῖνας δ’ ἐπεθήκατο χειῇ, πνοιῇσι λάβρῃσιν ἐφελκόμενος ποτὶ δῆριν
240ἑρπετὸν οὐλόμενον· τὸν δ’ οὐκ ἐθέλοντα μάχεσθαι ἆσθμα βιησάμενον μυχάτης ἐξείρυσεν εὐνῆς· αἶψα γὰρ εἴσιδεν ἐχθρόν, ἐς αἰθέρα θ’ ὑψός’ ἀείρει λευγαλέην δειρήν· λευκοὺς δ’ ὑπέσηρεν ὀδόντας, ὀξέα πεφρίκοντας· ἐπικροτέει δὲ γένειον
245πυκνοῖς φυσιόων συρίγμασιν ἰοφόρος θήρ. αὐτίκα δ’ αὖτ’ ἔλαφος, καὶ μειδιόωντι ἐοικώς, δαιτρεύει στομάτεσσιν ἐτώσια δηριόωντα, καί μιν ἑλισσόμενον περὶ γούνασιν ἀμφί τε δειρὴν ἐμμενέως δάπτει· κατὰ δὲ χθονὶ πολλὰ κέχυνται

2

(250)

λείψανα παιφάσσοντα καὶ ἀσπαίροντα φόνοισι. καί κε τάχ’ οἰκτείρειας ἀπηνέα περ μάλ’ ἐόντα ὠμηστῆρα ῥιφέντα πολυτμήτοισι φόνοισι. Ἱπποβότου Λιβύης δ’ ἐπὶ τέρμασι πουλὺς ἀλᾶται ἄσπετος οὐλόμενος στρατὸς αἰόλος ἑρπηστήρων·76
255ἀλλ’ ὅτε δὴ κλινθεὶς ἔλαφος ψαμαθώδεσιν ἄκραις οἶος ἔῃ, τῷδ’ αὐτίκ’ ἐπέσσυτο πάντοθεν ἐχθρὸς ἑσμὸς ἀπειρεσίων ὀφίων στυγεραί τε φάλαγγες ἰοτόκοι· ῥινῷ δὲ πικροὺς ἐνέρεισαν ὀδόντας, ἅψεα πάντ’ ἐλάφοιο περισταδὸν ἀμφιχυθέντες·
260οἱ μὲν γάρ τ’, ἐφύπερθεν ἐπιστρέψαντε κάρηνον, ὀφρύας ἠδὲ μέτωπον ἐνιπρίουσι γένυσσιν, οἱ δ’ ἄρα λεπταλέην δειρὴν καὶ στέρνον ἔνερθε καὶ λαγόνας νηδύν τε διὰ στόμα δαιτρεύουσιν, ἄλλοι δ’ αὖθ’ ἑκάτερθε περὶ πλευρῇσιν ἔχονται,
265μηροὺς δ’ αὖθ’ ἕτεροι καὶ νῶτον ὕπερθε νέμονται, ἄλλος δ’ ἄλλοθεν ἐχθρὰ πεπαρμένος ᾐώρηται. αὐτὰρ ὁ παντοίῃσι περιπληθὴς ὀδύνῃσι πρῶτα μὲν ἐκφυγέειν ἐθέλει κραιπνοῖσι πόδεσσιν, ἀλλ’ οὐ κάρτος ἔχει· τοῖός μιν ἀθέσφατος ὄχλος
270αἰόλος ἀμφιέπει δυσπαίπαλος ἑρπηστήρων. δὴ τότε δὴ βαρύθων ἔστη κρατερῆς ὑπ’ ἀνάγκης, δάπτει δὲ στομάτεσσιν ἀπείριτα δήϊα φῦλα βεβρυχὼς ὀδύνῃσιν· ἐπιστροφάδην δ’ ἑκάτερθεν οὐδὲν ἀλευόμενον γένος ἑρπετόεν κεραΐζει.
275κεῖνοι δ’ οὐ μεθιᾶσι, διολλύμενοι δὲ μένουσιν, ἄτροπον ἦτορ ἔχοντες ἀναιδείῃσι νόοιο· καὶ τοὺς μὲν γενύεσσι διέσχισε, τοὺς δὲ πόδεσσι
καὶ χηλῇσιν ὄλεσσε, ῥέει δ’ ἐπὶ γαῖαν ἀτέρμων ἰχὼρ αἱματόεις ὀφίων ἄπο· γυῖα δὲ θηρῶν78
280ἅψεά θ’ ἡμίβρωτα κατὰ χθονὸς ἀσπαίρουσιν· ἄλλα δ’ ἐνὶ πλευρῇς θλίβει πάλιν ἡμιδάϊκτα· καὶ φθίμενοι γὰρ ἔχουσιν ἔτι κρατεροῖσιν ὀδοῦσι, ῥινῷ δ’ ἐμπεφυῶτα καρήατα μοῦνα μέμυκεν. αὐτὰρ ὁ γινώσκων θεόθεν τόπερ ἔλλαχε δῶρον,
285πάντῃ μαστεύει δνοφερὸν ποταμοῖο ῥέεθρον· κεῖθεν καρκινάδας δὲ φίλαις γενύεσσι δαμάσσας φάρμακον αὐτοδίδακτον ἔχει πολυπήμονος ἄτης· αἶψα δὲ πικράων μὲν ἐπὶ χθόνα λείψανα θηρῶν ἐξέπεσεν ῥινοῖο παραὶ πόδας αὐτοκύλιστα,
290ὠτειλαὶ δ’ ἑκάτερθεν ἐπιμύουσιν ὀδόντων. Ζώει δ’ αὖτ’ ἔλαφος δηρὸν χρόνον· ἀτρεκέως δὲ ἀνθρώπων γενεή μιν ἐφήμισε τετρακόρωνον. Ἄλλους δ’ αὖ καλέουσι βροτοὶ πάλιν εὐρυκέρωτας· πάντ’ ἔλαφοι τελέθουσι, φύσιν κεράων δ’ ἐφύπερθεν,
295οἵην τοὔνομα θηρσὶ κατηγορέει, φορέουσι. Τοὺς δ’ ἄρα κικλήσκουσιν ἐνὶ ξυλόχοισιν ἰόρκους· κἀκείνοις ἐλάφοιο δέμας, ῥινὸν δ’ ἐπὶ νώτῳ στικτὸν ἅπαντα φέρουσι παναίολον, οἷά τε θηρῶν πορδαλίων σφραγῖδες ἐπὶ χροῒ μαρμαίρουσι.80

2

(300)

Βούβαλος αὖτε πέλει μείων δέμας εὐρυκέρωτος, μείων εὐρυκέρωτος, ἀτὰρ δόρκου μέγ’ ἀρείων· ὄμμασιν αἰγλήεις, ἐρατὸς χρόα, φαιδρὸς ἰδέσθαι· καὶ κεράων ὀρθαὶ μὲν ἀπὸ κρατὸς πεφύασιν ἀκρέμονες προτενεῖς, ὑψοῦ δ’ αὖθις ποτὶ νῶτον
305ἄψορρον νεύουσι παλιγνάμπτοισιν ἀκωκαῖς. ἔξοχα δ’ αὖ τόδε φῦλον ἑὸν δόμον ἀμφαγαπάζει ἠθαλέας τ’ εὐνὰς φίλιόν τε νάπεσσι μέλαθρον· εἰ δέ τέ μιν στρεπτῇσι πεδήσαντες βροχίδεσσιν ἀγρευτῆρες ἄγοιεν ἐπ’ ἄλλους αὐτίκα χώρους,
310τηλόθι δ’ ἐν βήσσῃσιν ἐλεύθερον αὖθι λίποιεν, ῥεῖα ποτὶ γλυκερὸν δόμον ἤλυθεν, ᾗχι ναίεσκεν, οὐδ’ ἔτλη ξεῖνός τις ἐπ’ ἀλλοδαποῖσιν ἀλᾶσθαι. οὐκ ἄρα τοι μούνοισι φίλη πάτρη μερόπεσσι, καὶ βαλίων δὲ πόθος τις ἐνέστακται φρεσὶ θηρῶν.
315Ναὶ μὴν ὠκυτάτων δόρκων ἀρίδηλα γένεθλα
μορφήν τ’ ἴδμεν ἅπαντες ὁμῶς μέγεθός τε καὶ ἀλκήν. πέρδικες θοῦροι δὲ πυρώπεες, αἰολόδειροι, δόρκοισιν φιλίην παρὰ τέμπεσιν ἐσπείσαντο, ἠθαλέοι τε πέλουσι καὶ ἀλλήλοισιν ὅμαυλοι,82
320εὐνάς τ’ ἐγγὺς ἔχουσι, καὶ οὐκ ἀπάνευθε νέμονται. ἦ μάλα δὴ μετόπισθεν ἑταιρείης τάχα πικρῆς καὶ φιλίης ἀπέλαυσαν ἀμειδέος, ὁππότε φῶτες κερδαλέοι δειλοῖσιν ἐπίφρονα μητίσαιντο, πέρδικας δόρκοισι φίλοις ἀπατήλια θέντες,
325ἔμπαλι δ’ αὖ δόρκους ἑτάροις ἴσα περδίκεσσιν. Αἰγῶν δ’ αὖτε πέλει προβάτων τε πανάγρια φῦλα οὐ πολλὸν τούτων ὀΐων λασίων τε χιμαιρῶν μείζονες, ἀλλὰ θέειν κραιπνοὶ σθεναροί τε μάχεσθαι, στρεπτοῖσιν κεφαλῆφι κορυσσόμενοι κεράεσσι.
330κάρτος δ’ αὖτ’ ὀΐεσσιν ἐν ἀργαλέοισι μετώποις· πολλάκι δ’ ὁρμηθέντες ἐνὶ ξυλόχοισιν ἔθηκαν καὶ σύας αἰθυκτῆρας ἐπὶ χθονὸς ἀσπαίροντας. ἔστι δ’ ὅτ’ ἀλλήλοισιν ἐναντίον ἀΐξαντες μάρνανται· κρατερὸς δὲ πρὸς αἰθέρα δοῦπος ἱκάνει·
335οὐδέ τ’ ἀλεύασθαι θέμις ἔπλετο δήϊον αὐτοῖς, νίκην δ’ ἀλλήλοις φορέειν ἀτίνακτος ἀνάγκη ἠὲ νέκυν κεῖσθαι· τοῖον σφίσι νεῖκος ὄρωρεν. Αἰγάγροις δέ τίς ἐστι δι’ αὐτῶν αὐλὸς ὀδόντων
λεπταλέος πνοιῆς, κεράων μέσον, ἔνθεν ἔπειτα84
340αὐτὴν ἐς κραδίην καὶ πνεύμονας εὐθὺς ἱκάνει· εἰ δέ τις αἰγάγρου κηρὸν κέρασιν περιχεύοι, ζωῆς ἐξέκλεισεν ὁδοὺς πνοιῆς τε διαύλους. Ἔξοχα δ’ αὖ μήτηρ ἀταλοὺς ἔτι νηπιάχοντας οὓς παῖδας κομέει· γήρᾳ δ’ ἔνι μητέρα παῖδες.
345ὡς δὲ βροτοὶ γενέτην πεπεδημένον ἀργαλέοισι γήραος ἐν δεσμοῖσι, πόδας βαρύν, ἅψεα ῥικνόν, ἀβληχρὸν παλάμας, τρομερὸν δέμας, ὄψιν ἀμαυρόν, ἀμφαγαπαζόμενοι περὶ δὴ περὶ πάμπαν ἔχουσι, τινύμενοι κομιδὴν παιδοτροφίης ἀλεγεινῆς·

2

(350)

ὣς αἰγῶν κοῦροι φιλίους κομέουσι τοκῆας γηραλέους, ὅτε δεσμὰ πολύστονα γυῖα πεδήσῃ· βρώμην μέν τ’ ὀρέγουσιν ἐΰδροσον ἀνθεμόεσσαν, δρεψάμενοι στομάτεσσι· ποτὸν δ’ ἄρα χείλεσιν ἄκροις ἐκ ποταμοῦ φορέουσιν ἀφυσσάμενοι μέλαν ὕδωρ·
355γλώσσῃ δ’ ἀμφιέποντες ὅλον χρόα φαιδρύνουσιν. εἰ δέ νύ τοι βροχίδεσσι μόνην γενέτειραν ἀείραις, αὐτίκα καὶ παλάμηφιν ἕλοις νεοθηλέας ἀμνούς· τὴν μὲν γὰρ δοκέοις παῖδας μύθοισι δίεσθαι, λισσομένην τοίοισιν ἀπόπροθι μηκηθμοῖσι·
360φεύγετέ μοι, φίλα τέκνα, δυσαντέας ἀγρευτῆρας, μή με λυγρὴν δμηθέντες ἀμήτορα μητέρα θῆτε. τοῖα φάμεν δοκέοις· τοὺς δ’ ἑσταότας προπάροιθε πρῶτα μὲν ἀείδειν στονόεν μέλος ἀμφὶ τεκούσῃ, αὐτὰρ ἔπειτ’ ἐνέπειν φαίης μεροπήϊον ἠχήν,
365ῥηξαμένους βληχήν, στομάτων τ’ ἄπο τοῖον ἀϋτεῖν, φθεγγομένοις ἰκέλους καὶ λισσομένοισιν ὁμοίους· πρός σε Διὸς λιτόμεσθα, πρὸς αὐτῆς Ἰοχεαίρης,
λύσεο μητέρα μοι φιλίην, τὰ δ’ ἄποινα δέδεξο, ὅσσα φέρειν δυνάμεσθα λυγροὶ περὶ μητέρι δειλῇ,86
370ἡμέας αἰνομόρους· γνάμψον τεὸν ἄγριον ἦτορ αἰδόμενος μακάρων τε θέμιν γενέταό τε γῆρας, εἴ ῥά νύ τοι γενέτης λιπαρὸν κατὰ δῶμα λέλειπται. τοῖά τις ἂν δόξειε λιταζομένους ἀγορεύειν. ἀλλ’ ὅτε τευ κραδίην παναμείλιχον ἀθρήσωσιν,
375αἰδὼς ὦ πόσση, πόσσος πόθος ἐστὶ τοκήων, αὐτόδετοι βαίνουσι καὶ αὐτόμολοι περόωσι. Εἰσὶ δ’ ὄϊς ξανθοὶ πυμάτης ἐνὶ τέρμασι Κρήτης, ἐν χθαμαλῇ γαίῃ Γορτυνίδι, τετρακέρωτες· λάχνη πορφυρόεσσα δ’ ἐπὶ χροὸς ἐστεφάνωται
380πολλή τ’ οὐκ ἁπαλή τε· τάχ’ αἰγὸς ἂν ἀντιφερίζοι τρηχυτάτῃ χαίτῃ δυσπαίπαλος, οὐκ ὀΐεσσι. Τοίην που καὶ σοῦβος ἔχει ξανθωπὸν ἰδέσθαι χροιὴν μαρμαίρων, ἀτὰρ οὐκ ἔτι λαχνήεσσαν, οὐδὲ πάλιν πισύρεσσιν ἀρηραμένην κεράεσσιν,
385ἀλλὰ δυσὶ κρατεροῖς ὑπὲρ εὐρυτάτοιο μετώπου. ἀμφίβιος καὶ σοῦβος, ἐπεὶ κἀκεῖνος ὁδεύει· ὁππότε γὰρ ποτὶ βυσσὸν ἴῃ θοὰ κύματα τέμνων, δὴ τότε πουλὺς ὅμιλος ὁμαρτῇ ποντοπορεύων ἰχθυόεις ἕπεται, κατὰ δ’ ἅψεα λιχμάζονται,
390τερπόμενοι κερόεντι φίλῳ, τερενόχροϊ σούβῳ.
ἔξοχα δ’ αὖ φάγροι τε καὶ οὐτιδανοὶ μελάνουροι καὶ ῥαφίδες τρίγλαι τε καὶ ἀστακοὶ ἀμφὶς ἕπονται. θάμβος ἔφυ τόδε, θάμβος ἀθέσφατον, ὁππότε θῆρας ἀλλοδαποὶ τείρουσι πόθοι καὶ ὑπείροχα φίλτρα.88
395οὐ γὰρ ἐπ’ ἀλλήλοισι μόνον φιλότητος ἐΐσης θεσμὸν ἀναγκαῖον δῶκεν θεός, οὐδ’ ὅσον αὐτῶν φῦλον ἀναλδήσκειν αἰειγενέος βιότοιο. θαῦμα μὲν οὖν κἀκεῖνο δαμήμεναι ἄφρονα φῦλα ἅμμασιν ἱμερτοῖς καὶ ὁμόγνια φίλτρα δαῆναι

2

(400)

καὶ πόθον οὐ νοέοντα ἐν ἀλλήλοισι κεράσσαι, οἷάπερ ἀνθρώποισιν ἐπιφροσύνη τε νόος τε ὀφθαλμοὺς ἐπέτασσεν ἔρον θ’ ὑπεδέξατο θυμῷ· ἀλλὰ καὶ ὀθνείοις ἐπεμήνατο ὑψόθι φίλτροις. οἷος μὲν πόθος ἐστὶν ἀριζήλοις ἐλάφοισι
405ἀτταγέων· ὅσσος δὲ τανυκραίροις ἐπὶ δόρκοις περδίκων· πῶς δ’ αὖτε θοοῖς χαίρουσιν ἐφ’ ἵπποις ὠτίδες, αἷσι τέθηλεν ἀεὶ λασιώτατον οὖας· ψιττακὸς αὖτε λύκος τε σὺν ἀλλήλοισι νέμονται· αἰεὶ γὰρ ποθέουσι λύκοι ποεσίχροον ὄρνιν.90
410ὄβριμ’ Ἔρως, πόσος ἐσσί, πόση σέθεν ἄπλετος ἀλκή, πόσσα νοεῖς, πόσα κοιρανέεις, πόσα δαῖμον, ἀθύρεις! γαῖα πέλει σταθερή, βελέεσσι δὲ σοῖσι δονεῖται· ἄστατος ἔπλετο πόντος, ἀτὰρ σύ γε καὶ τὸν ἔπηξας· ἦλθες ἐς αἰθέρα ἔδδεισεν δέ σε μακρὸς Ὄλυμπος·
415δειμαίνει δέ σε πάντα, καὶ οὐρανὸς εὐρὺς ὕπερθε γαίης ὅσσα τ’ ἔνερθε καὶ ἔθνεα λυγρὰ καμόντων, οἳ Λήθης μὲν ἄφυσσαν ὑπὸ στόμα νηπαθὲς ὕδωρ καὶ φύγον ἄλγεα πάντα, σὲ δ’ εἰσέτι πεφρίκασι. σῷ δὲ μένει καὶ τῆλε περᾷς, ὅσον οὔποτε λεύσσει
420ἠέλιος φαέθων· σῷ δ’ αὖ πυρὶ καὶ φάος εἴκει δειμαῖνον, καὶ Ζηνὸς ὁμῶς εἴκουσι κεραυνοί. τοίους, ἄγριε δαῖμον, ἔχεις πυρόεντας ὀϊστούς, πευκεδανούς, μαλερούς, φθισόφρονας, οἰστρήεντας, τηκεδόνα πνείοντας, ἀναλθέας, οἷσι καὶ αὐτοὺς
425θῆρας ἀνεπτοίησας ἐπ’ ἀζεύκτοισι πόθοισι.
θάμβος, ὅταν κερόεσσαν ἀχαϊνέην πτερόεντες ἀτταγέες νώτοισιν ἐπὶ στικτοῖσι θορόντες ἢ δόρκοις πέρδικες ἐπὶ πτερὰ πυκνὰ βαλόντες ἱδρῶ ἀποψύχωσι, παρηγορέωσί τε θυμὸν92
430καύματος ἀζαλέοιο, λατυσσόμενοι πτερύγεσσιν· ἢ ὁπότε προπάροιθεν ἴῃ καναχήποδος ἵππου ὠτὶς ὀλισθαίνουσα δι’ ἠέρος ἱμερόεσσα, σαργοὶ δ’ αἰπολίοισιν ἐπέχραον· ἀμφὶ δὲ σούβῳ φῦλον ἅπαν νεπόδων τὸ πολύπλανον ἐπτοίηται,
435ἕσπονται δ’ ἅμα πάντες, ὅτ’ ἄγρια κύματα τέμνει, στείνονταί θ’ ἑκάτερθε γεγηθότες, ἀμφὶ δὲ πόντος ἀφριάᾳ λευκῇσι τινασσόμενος πτερύγεσσιν· αὐτὰρ ὅ γ’ οὐκ ἀλέγων ξείνης φιλίης πανάθεσμος, εἰναλίους ἑτάρους δάπτει στομάτεσσι δαφοινοῖς
440δαινύμενος· τοὶ δ’ αἶσαν ἐν ὀφθαλμοῖσιν ὁρῶντες, οὐδ’ ὣς ἐχθαίρουσι καὶ οὐ λείπουσι φονῆα. σοῦβε τάλαν, κακοεργέ, καὶ αὐτῷ σοὶ μετόπισθε πόντιον ἀγρευτῆρες ἐπαρτυνέουσιν ὄλεθρον καὶ δολερῷ περ ἐόντι καὶ ἰχθυφόνῳ τελέθοντι.
445Ἔστι δέ τις δρυμοῖσι παρέστιος ὀξύκερως θήρ,
ἀγριόθυμος ὄρυξ, κρυερὸς θήρεσσι μάλιστα· τοῦ δ’ ἤτοι χροιὴ μὲν ἅτ’ εἰαρινοῖο γάλακτος, μούναις ἀμφὶ πρόσωπα μελαινομένῃσι παρειαῖς· διπλὰ δέ οἱ μετόπισθε μετάφρενα πίονα δημῷ·94

2

(450)

ὀξεῖαι κεράων δὲ μετήοροι ἀντέλλουσιν αἰχμαὶ πευκεδαναί, μελανόχροον εἶδος ἔχουσαι, καὶ χαλκοῦ θηκτοῖο σιδήρου τε κρυεροῖο πέτρου τ’ ὀκριόεντος ἀρειότεραι πεφύασιν· ἰοφόρον κείνοις δὲ φύσιν κεράεσσι λέγουσι.
455θυμὸς δ’ αὖτ’ ὀρύγεσσιν ὑπερφίαλος καὶ ἀπηνής· οὔτε γὰρ εὐρίνοιο κυνὸς τρομέουσιν ὕλαγμα, οὐ συὸς ἀγραύλοιο παρὰ σκοπέλοισι φρύαγμα, οὐδὲ μὲν οὐ ταύρου κρατερὸν μύκημα φέβονται, πορδαλίων δ’ οὐ γῆρυν ἀμειδέα πεφρίκασιν,
460οὐδ’ αὐτοῦ φεύγουσι μέγα βρύχημα λέοντος, οὐδὲ βροτῶν ἀλέγουσιν ἀναιδείῃσι νόοιο· πολλάκι δ’ ἐν κνημοῖσιν ἀπέφθιτο καρτερὸς ἀνὴρ θηρητὴρ ὀρύγεσσι δαφοινοῖς ἀντιβολήσας. ὁππότε δ’ ἀθρήσειεν ὄρυξ κρατερόφρονα θῆρα,
465ἢ σῦν χαυλιόδοντ’ ἢ καρχαρόδοντα λέοντα ἢ κρυερῶν ἄρκτων ὀλοὸν θράσος, αὐτίκ’ ἄρ’ αἴῃ νευστάζων κεφαλήν τε μέτωπά τε πάμπαν ἐρείδει τεινάμενος, πήξας τε παρὰ χθονὶ πικρὰ βέλεμνα ἐσσύμενον μίμνει, τὸν δ’ ὤλεσε πρῶτος ἐναίρων.
470δόχμια γὰρ κλίνας βαιὸν κερόεντα μέτωπα, τεύχεσιν ὀξυτέροις δεδοκημένος ἔμπεσε θηρί· αὐτὰρ ὅ γ’ οὐκ ἀλέγει, κατὰ δ’ ἄσχετον ἰθὺς ὀρούει, ὀξέσι πεφρικὼς συνερειδόμενος σκολόπεσσιν. ὡς δ’ ὅτ’ ἐνὶ ξυλόχοισιν ἐπεσσυμένοιο λέοντος,
475Ἀρτέμιδος δώροισι κεκασμένος ἄλκιμος ἀνήρ, αἰχμὴν ἀστράπτουσαν ἔχων κρατερῇς παλάμῃσιν,
εὖ διαβὰς μίμνῃ, τὸν δ’ ἄγρια θυμαίνοντα δέξηται προβλῆτα φέρων ἀμφήκεα χαλκόν· ὣς ὄρυγες μίμνουσιν ἐπεσσυμένους τότε θῆρας,96
480αὐτοφόνους σφετέρῃσιν ἀτασθαλίῃσι δαμέντας· ῥεῖα γὰρ ἐν στέρνοισιν ὀλισθαίνουσιν ἀκωκαί· πολλὸν δ’ αἷμα κελαινὸν ἀπ’ ὠτειλῶν ἑκάτερθεν ἐκχύμενον γλώσσῃσιν ἑὸν τάχα λιχμάζουσιν· οὐδὲ μὲν ἐκφυγέειν οὐδ’ ἱεμένοισι πάρεστιν·
485ἀλλήλους δ’ ὀλέκουσιν ἀμοιβαίοισι φόνοισι. καί κέ τις ἀγρονόμων ἢ βουκόλος ἤ τις ἀροτρεύς, ἀμφιδύμοις νεκύεσσι παραὶ ποσὶν ἀντιβολήσας, ἄγρην εὐάντητον ἔχει μεγαθαμβέϊ θυμῷ. Ἑξείης ἐνὶ θηρσὶ κερατοφόροισι γένεθλα
490ἀείδειν ἐπέοικεν ἀπειρεσίων ἐλεφάντων· κεῖνα γὰρ ἐν γενύεσσιν ὑπέρβια τεύχεα δοιά, εἴκελα χαυλιόδουσιν ἐπ’ οὐρανὸν ἀντέλλοντα, ἄλλοι μὲν πλήθους ὀλοοὺς ἐνέπουσιν ὀδόντας πλαζόμενοι, νῶϊν δὲ κεράατα μυθήσασθαι
495εὔαδεν· ὧδε γὰρ ἄμμι φύσις κεράων ἀγορεύει. σήματα δ’ οὐκ ἀΐδηλα διακριδὰ τεκμήρασθαι· θηρσὶ γὰρ ἐκφύσιες γενύων ἀπὸ τῶν ἐφύπερθεν ὅσσαι μὲν κερόεσσαι ἀνωφερὲς ἀΐσσουσιν· εἰ δὲ κάτω νεύοιεν, ἀτεχνῶς εἰσὶν ὀδόντες.

2

(500)

κείνοισιν δὲ διπλοῖς ἐλεφαντείοις κεράεσσι
ῥίζαι μὲν πρώτιστον ἀπὸ κρατὸς πεφύασιν ἐκ μεγάλου μεγάλαι, φηγῶν ἅτε· νέρθε δ’ ἔπειτα κρυπτόμεναι ῥινοῖσιν ὁμιλοῦσαι κροτάφοισιν ἐς γένυν ὠθεῦνται· γενύων δ’ ἀπογυμνωθεῖσαι98
505ψευδέα τοῖς πολλοῖσι δόκησιν ὄπασσαν ὀδόντων. ναὶ μὴν ἄλλο βροτοῖσιν ἀριφραδὲς ἔπλετο σῆμα· πάντες γὰρ θήρεσσιν ἀκαμπέες εἰσὶν ὀδόντες, οὐδὲ τέχναις εἴκουσιν, ἀμείλικτοι δὲ μένουσι· τοὺς σοφίῃ τεῦξαι κεραοξόος ἢν ἐθέλῃσιν
510εὐρέας, ἀντιλέγουσιν ἀπηλεγές· ἢν δὲ βιῶνται, ἄγνυνται καυληδὸν ἀπειθέες· ἐκ δὲ κεράων τόξα τε κυκλοτερῆ καὶ μυρία τεύχεται ἔργα· ὣς δὲ κεράατα κεῖνα, τά τοι καλέουσιν ὀδόντας, γνάμπτειν εὐρύνειν τ’ ἐλεφαντοτόμοις ὑποείκει.
515 Θηρσὶ δέ τοι μέγεθος μὲν ὅσον μήπω κατὰ γαίης ἄλλος θὴρ φορέει· φαίης κεν ἰδὼν ἐλέφαντα ἢ κορυφὴν ὄρεος παναπείριτον ἢ νέφος αἰνὸν χεῖμα φέρον δειλοῖσι βροτῶν ἐπὶ χέρσον ὁδεύειν. ἴφθιμον δὲ κάρηνον ἐπ’ οὔασι βαιοτέροισι,
520κοίλοισι, ξεστοῖς· ἀτὰρ ὀφθαλμοὶ τελέθουσι μείονες ἢ κατ’ ἐκεῖνο δέμας, μεγάλοι περ ἐόντες. τῶν δ’ ἤτοι μεσσηγὺς ὑπεκπροθέει μεγάλη ῥίς, λεπτή τε σκολιή τε, προβοσκίδα τὴν καλέουσι. κείνη θηρὸς ἔφυ παλάμη· κείνῃ τὰ θέλουσι
525ῥηϊδίως ἔρδουσι. ποδῶν γε μὲν οὐκ ἴσα μέτρα· ὑψόθι γὰρ οἱ πρόσθε πολὺ πλέον ἀείρονται. ῥινὸς δ’ αὖτε δέμας δυσπαίπαλος ἀμφιβέβηκεν,
ἄσχιστος κρατερός τε, τὸν οὔ κε μάλ’ οὐδὲ κραταιὸς θηκτὸς πανδαμάτωρ τε διατμήξειε σίδηρος.100
530θυμὸς ἀπειρέσιος πέλεται κατὰ δάσκιον ὕλην ἄγριος· ἐν δὲ βροτοῖς τιθασὸς μερόπεσσι τ’ ἐνηής. ἐν μὲν ἄρα χλοερῇσι πολυκνήμοισί τε βήσσαις καὶ φηγοὺς κοτίνους τε καὶ ὑψικάρηνα γένεθλα φοινίκων πρόρριζα κατὰ χθονὸς ἐξετάνυσσεν,
535ἐγχρίμψας θηκτῇσιν ἀπειρεσίαις γενύεσσιν· ὁππότε δ’ ἐν μερόπων βριαρῇσι πέλει παλάμῃσι, λήθετο μὲν θυμοῖο, λίπεν δέ μιν ἄγριον ἦτορ· ἔτλη καὶ ζεύγλην καὶ χείλεσι δέκτο χαλινὰ καὶ παῖδας νώτοισι φέρει σημάντορας ἔργων.
540 Φήμη δ’ ὡς ἐλέφαντες ἐπ’ ἀλλήλοις λαλέουσι, φθογγὴν ἐκ στομάτων μεροπηΐδα τονθρύζοντες· ἀλλ’ οὐ πᾶσιν ἀκουστὸς ἔφυ θήρειος ἀϋτή, κεῖνοι δ’ εἰσαΐουσι μόνον τιθασεύτορες ἄνδρες. θαῦμα δὲ καὶ τόδ’ ἄκουσα, κραταιοτάτους ἐλέφαντας
545μαντικὸν ἐν στήθεσσιν ἔχειν κέαρ, ἀμφὶ δὲ θυμῷ γινώσκειν σφετέροιο μόρου παρεοῦσαν ἀνάγκην. οὐκ ἄρα τοι μούνοισιν ἐν ὀρνίθεσσιν ἔασι κύκνοι μαντιπόλοι γόον ὕστατον ἀείδοντες, ἀλλὰ καὶ ἐν θήρεσσιν ἑὴν θανάτοιο τελευτὴν

2

(550)

φρασσάμενοι τόδε φῦλον ἰήλεμον ἐντύνουσι. Ῥινοκέρως δ’ ὄρυγος μὲν ἔφυ δέμας αἰθυκτῆρος οὐ πολλὸν μείζων, ὀλίγον δ’ ὑπὲρ ἄκρια ῥινὸς ἀντέλλει κέρας αἰνόν, ἀκαχμένον, ἄγριον ἆορ· κείνῳ μὲν χαλκόν τε διατρήσειεν ὀρούσας,
555οὐτήσας βριαρήν τε διατμήξειε χαράδρην. κεῖνος καὶ σθεναρῷ περ ἐφορμηθεὶς ἐλέφαντι πολλάκις ἐν κονίῃσι νέκυν τοιοῦτον ἔθηκεν. ἠρέμα δὲ ξανθοῖς ἐπὶ καλλικόμοισι μετώποις καὶ νώτῳ ῥαθάμιγγες ἐπήτριμα πορφύρουσι.102
560πάντες δ’ ἄρρενές εἰσι καὶ οὔποτε θῆλυς ὁρᾶται· καὶ πόθεν, οὐκ ἐδάην, φράζω δ’ οὖν ὡς δεδάηκα, εἴτ’ οὖν ἐκ πέτρης ὀλοὸν τόδε φῦλον ἐπῆλθεν, εἴτ’ αὐτόχθονές εἰσιν, ἐπαντέλλουσι δὲ γαίης, εἴτε πρὸς ἀλλήλων, τέρας ἄγριον, ἐκφύονται
565νόσφι πόθων καὶ νόσφι γάμων καὶ νόσφι τόκοιο. ἤδη καὶ διεροῖσιν ἐν ὑγροπόροιο θαλάσσης βένθεσιν αὐτόρρεκτα φύει καὶ ἀμήτορα φῦλα, ὄστρεά τ’ ἠπεδαναί τ’ ἀφύαι κόχλων τε γένεθλα ὄστρακά τε στρόμβοι τε, τά τε ψαμάθοισι φύονται.
570 Μοῦσα φίλη, βαιῶν οὔ μοι θέμις ἀμφὶς ἀείδειν· οὐτιδανοὺς λίπε θῆρας, ὅσοις μὴ κάρτος ὀπηδεῖ,
πάνθηρας χαροποὺς ἠδ’ αἰλούρους κακοεργούς, τοί τε κατοικιδίῃσιν ἐφωπλίσσαντο καλιαῖς, καὶ τυτθοὺς ἀταλοὺς ὀλιγοδρανέας τε μυωξούς·104
575τοὶ δ’ ἤτοι σύμπασαν ἐπιμύουσι μένοντες χειμερίην ὥρην, δέμας ὕπνοισιν μεθύοντες· δύσμοροι, οὔτε βορὴν ἑλέειν, οὐ φέγγος ἰδέσθαι· φωλειοῖσι δ’ ἑοῖς ὕπνον τοσσοῦτον ἔχουσιν, ᾗς νέκυες κεῖνται, δυσχείμερον οἶτον ἑλόντες.
580αὐτὰρ ἐπὴν ἔαρος πρῶται γελάσωσιν ὀπωπαί, ἄνθεά τ’ ἐν λειμῶσι νέον γε μὲν ἡβήσειαν, νωθρὸν κινήσαντο δέμας μυχάτης ἀπὸ λόχμης, φάεά τ’ ἀμπετάσαντο καὶ ἔδρακον ἠελίου φῶς, καὶ γλυκερῆς νεοτερπὲς ἐδητύος ἐμνήσαντο,
585αὖθις δὲ ζωοί τε πάλιν τ’ ἐγένοντο μυωξοί. Λείπω καὶ λάσιον γένος οὐτιδανοῖο σκιούρου, ὅς ῥά νύ τοι θέρεος μεσάτου φλογερῇσιν ἐν ὥραις οὐρὴν ἀντέλλει σκέπας αὐτορόφοιο μελάθρου· οἷον δή νυ ταῶνες ἑὸν δέμας ἀγλαόμορφον
590γραπτὸν ἐπισκιάουσιν ἀριπρεπὲς αἰολόνωτον·
τῶν οὐδὲν μερόπεσσι Διὸς τεχνήσατο μῆτις τερπνότερον φαιδροῖσιν ἐν ὄμμασιν εἰσοράασθαι, οὐδ’ ὅσα πανδώτειραν ἐπὶ χθόνα μητέρα βαίνει, οὐδ’ ὁπόσα πτερύγεσσιν ἐπ’ ἠέρα πουλὺν ὁδεύει,106
595οὐδὲ μὲν ὅσσα βυθοῖσιν ἐπ’ ἄγρια κύματα τέμνει· τοῖον ἐπ’ ὀρνίθεσσιν ἀριζήλοις ἀμαρύσσει χρυσῷ πορφύροντι μεμιγμένον αἰθόμενον πῦρ. Οὐκ ἐρέω κρυερὸν γένος ὀκριόεντος ἐχίνου μείονος· ἀμφίδυμοι γὰρ ἐχίνοις ὀξυκόμοισιν

2

(600)

ἀργαλέαι μορφαὶ κρυερόν τε περίδρομον ἕρκος· οἱ μὲν γὰρ βαιοί τε καὶ οὐτιδανοὶ τελέθουσι, τυτθῇσι φρίσσοντες ἐπὶ προβλῆσιν ἀκάνθαις· οἱ δ’ ἄρα καὶ μεγέθει πολὺ μείζονες, ἠδ’ ἑκάτερθεν ὀξέα πεφρίκασιν ἀρειοτέρῃσιν ἀκωκαῖς.
605 Λείπω τρισσὰ γένεθλα, κακὸν μίμημα, πιθήκων· τίς γὰρ ἂν οὐ στυγέοι τοῖον γένος, αἰσχρὸν ἰδέσθαι, ἀβληχρόν, στυγερόν, δυσδέρκετον, αἰολόβουλον; κεῖνοι καὶ φίλα τέκνα δυσειδέα δοιὰ τεκόντες
οὐκ ἀμφοῖν ἀτάλαντον ἑὴν μερίσαντο ποθητύν,108
610ἀλλὰ τὸ μὲν φιλέουσι, τὸ δ’ ἐχθαίρουσι χόλοισιν· αὐταῖς δ’ ἀγκαλίδεσσιν ἑῶν τέθνηκε τοκήων. Οὐ μὲν θὴν οὐδ’ ἀσπαλάκων αὐτόχθονα φῦλα ποιοφάγων, ἀλαῶν, μέλπειν ἐθέλουσιν ἀοιδαί, εἰ καὶ βάξις ἄπιστος ἐπ’ ἀνθρώπους ἐπέρησεν
615ἀσπάλακας βασιλῆος ἀφ’ αἵματος εὐχετάασθαι Φινέος, ὅν ῥ’ ἀτίτηλε κλυτὴ Θρήϊσσα κολώνη· Φινέϊ γάρ ποτε δὴ Φαέθων ἐκοτέσσατο Τιτάν, μαντιπόλου Φοίβοιο χολωσάμενος περὶ νίκης, καί οἱ φέγγος ἄμερσεν, ἀναιδέα φῦλα δ’ ἔπεμψεν
620ἁρπυίας, πτερόεντα παρέστια πικρὰ γένεθλα. ἀλλ’ ἐπεὶ οὖν περόωντο μετὰ χρύσειον ἄεθλον Ἀργώης ἐπὶ νηὸς Ἰήσονι συμπονέοντες παῖδε Βορειόνεω Ζήτης Κάλαΐς τε κλεεννώ, οἰκτείραντε γέροντα κατέκτειναν τότε φῦλα,
625καὶ γλυκερὴν μελέοισι δόσαν στομάτεσσιν ἐδητύν. ἀλλ’ οὐδ’ ὣς Φαέθων χόλον εὔνασεν, ἀλλά μιν αἶψα ἀσπαλάκων ποίησε γένος μὴ πρόσθεν ἐόντων·
τοὔνεκα νῦν ἀλαόν τε μένει καὶ λάβρον ἐδωδαῖς.110

3

Ἀλλ’ ὅτε δὴ κεραῶν ἠείσαμεν ἔθνεα θηρῶν, ταύρους ἠδ’ ἐλάφους ἠδ’ εὐρυκέρωτας ἀγαυοὺς καὶ δόρκους ὄρυγάς τε καὶ αἰγλήεντας ἰορκοὺς ἄλλα θ’ ὅσοισιν ὕπερθε καρήατα τευχήεντα,
5νῦν ἄγε καρχαρόδοντα, θεά, φράζωμεν ὅμιλον σαρκοφάγων θηρῶν καὶ χαυλιόδοντα γένεθλα. Πρωτίστην δὲ λέοντι κλυτὴν ἀναθώμεθα μολπήν. Ζηνὸς ἔσαν θρεπτῆρες ὑπερμενέος Κρονίδαο νηπιάχου Κουρῆτες, ὅτ’ ἀρτίγονόν μιν ἐόντα
10ἀραμένη γενετῆρος ἀμειλίκτοιο Κρόνοιο κλεψιτόκος Ῥείη κόλποις ἐνικάτθετο Κρήτης. Οὐρανίδης δ’ ἐσιδὼν κρατερὸν νεοθηλέα παῖδα πρώτους ἀμφήλλαξε Διὸς ῥυτῆρας ἀγαυοὺς
καὶ θῆρας ποίησεν ἀμειψάμενος Κουρῆτας.112
15οἱ δ’ ἄρ’, ἐπεὶ βουλῇσι θεοῦ μεροπηΐδα μορφὴν ἀμφεβάλοντο Κρόνοιο καὶ ἀμφιέσαντο λέοντας, δώροισιν μετόπισθε Διὸς μέγα κοιρανέουσι θηρσὶν ὀρειαύλοις καὶ ῥιγεδανὸν θοὸν ἅρμα Ῥείης εὐώδινος ὑπὸ ζεύγλῃσιν ἄγουσιν.
20 Αἰόλα φῦλα δὲ τοῖσι καὶ εἴδεα θηρσὶν ἑκάστοις. τοὺς μέν νυν προχοῇσι πολυρραθάγου ποταμοῖο, Τίγρει ἐπ’ εὐρυρέοντι, κυήσατο τοξεύτειρα Ἀρμενίη Πάρθων τε πολύσπορος εὔβοτος αἶα, ξανθοκόμαι τελέθουσι καὶ οὐ τόσον ἀλκήεντες.
25πάσσονα μὲν φορέουσι δέρην, μεγάλην δέ τε κόρσην, ὄμματα δ’ αἰγλήεντα καὶ ὀφρύας ὕψι βαθείας, ἀμφιλαφεῖς ἐπὶ ῥῖνα κατηφέας· ἐκ δ’ ἄρα δειρῆς καὶ γενύων ἑκάτερθε θοαὶ κομόωσιν ἔθειραι. Τοὺς δὲ τρέφει μεγάδωρος Ἐρεμβῶν αὖθις ἄρουρα,
30τὴν ἔθνη μερόπων εὐδαίμονα κικλήσκουσι, δειραὶ κἀκείνοις καὶ στήθεα λαχνήεντα καὶ πυρὸς ἀστράπτουσιν ἀπ’ ὀφθαλμῶν ἀμαρυγαί, ἔξοχα δ’ ἐν πάντεσσιν ἀρίζηλοι τελέθουσιν· ἀλλ’ ὀλίγον τούτων γένος ἔλλαχε μυρίος αἶα.
35 Πουλὺς δ’ ἐν Λιβύῃ ἐριβώλακι διψάδι γαίῃ ὄχλος ἐπιβρομέει βριαρῶν βρύχημα λεόντων, οὐκέτι λαχνήεις, ὀλίγη δ’ ἐπιδέδρομεν αἴγλη· σμερδαλέος δὲ πρόσωπα καὶ αὐχένα· πᾶσι δὲ γυίοις ἦκα μέλαν κυάνοιο φέρει μεμορυγμένον ἄνθος·
40ἀλκὴ δ’ ἐν μελέεσσιν ἀπείριτος ἠδὲ λεόντων
κοιρανικῶν Λίβυες μέγα κοιρανέουσι λέοντες. Ἐκ δέ ποτ’ Αἰθιόπων Λιβύην ἠμείψατο γαῖαν, θαῦμα μέγ’ εἰσιδέειν, μελανόχροος ἠΰκομος λῖς, εὐρὺς ὕπερθε κάρηνα, πόδας δασύς, ὄμμασιν αἶθοψ,114
45μούνοισι ξανθοῖς φοινισσόμενος στομάτεσσιν. ἔδρακον, οὐ πυθόμην, κεῖνόν ποτε θῆρα δαφοινόν, κοιρανικοῖς τ’ ἔμολεν διαπόμπιμος ὀφθαλμοῖσιν. Φορβῆς οὐ χατέει πάντ’ ἤματα φῦλα λεόντων, ἀλλὰ τὸ μὲν δόρποισι μέλει, τὸ δέ τ’ αὖτε πόνοισιν·

3

(50)

οὐδ’ ὕπνον μυχάτοισιν ἔχει παρὰ τέρμασι πέτρης, ἀμφαδὸν ὑπνώει δέ, θρασύφρονα θυμὸν ἑλίσσων, εὕδει δ’ ἔνθα κίχῃσιν ὑπείροχος ἑσπερίη νύξ. Ἔκλυον αὖ κἀκεῖνο λεοντοκόμων αἰζηῶν, δεξιτερὴν ὑπὸ χεῖρα φέρειν αἴθωνα λέοντα
55νάρκα θοήν, τῇ πάντα λυγοῦν ἄπο γούνατα θηρῶν. Πεντάκι θηλυτέρη δὲ τόκων ἀπελύσατο ζώνην· βάξις δ’ ἀτρεκέως ἀνεμώλιος, ὡς ἕνα τίκτει. πέντε φέρει πρώτιστον· ἀτὰρ πίσυρας μετέπειτα ὠδίνει σκύμνους, κατά θ’ ἑξείης ὑπένερθε
60νηδύος ἐκ τριτάτης τρεῖς ἔκθορον· ἐκ δὲ τετάρτης ἀμφίδυμοι παῖδες· πύματον δ’ ἕνα γείνατο μήτηρ
γαστρὸς ἀριστοτόκοιο κλυτὸν βασιλῆα λέοντα. Πορδάλιες δ’ ὀλοαὶ δίδυμον γένος· αἱ μὲν ἔασι μείζους εἰσιδέειν καὶ πάσσονες εὐρέα νῶτα,116
65αἱ δέ τ’ ὀλιζότεραι μὲν ἀτὰρ μένος οὔτι χερείους· εἴδεα δ’ ἀμφοτέρῃσιν ὁμοίϊα δαιδάλλονται, νόσφι μόνης οὐρῆς, τῇ τ’ ἔμπαλιν εἰσοράαται· μείοσι μὲν μείζων τελέθει, μεγάλῃσι δὲ μείων. εὐπαγέες μηροί, δολιχὸν δέμας, ὄμμα φαεινόν·
70γλαυκιόωσι κόραι βλεφάροις ὕπο μαρμαίρουσαι, γλαυκιόωσιν ὁμοῦ τε καὶ ἔνδοθι φοινίσσονται, αἰθομέναις ἴκελαι, πυριλαμπέες· αὐτὰρ ἔνερθεν ὠχροί τ’ ἰοτόκοι τε περὶ στομάτεσσιν ὀδόντες. ῥινὸς δαιδαλέος, χροιῇ τ’ ἐπὶ παμφανοώσῃ
75ἠερόεις, πυκινῇσι μελαινομένῃσιν ὀπωπαῖς. ὠκύτατον θείει, καί τ’ ἄλκιμον ἰθὺς ὀρούει· φαίης, ὁππότ’ ἴδοιο, διηερίην φορέεσθαι. ἔμπης καὶ τόδε φῦλον ἐπικλείουσιν ἀοιδοὶ πρόσθ’ ἔμεναι Βάκχοιο φερεσταφύλοιο τιθήνας·
80τοὔνεκεν εἰσέτι νῦν οἴνῳ μέγα καγχαλόωσι, δεχνύμεναι στομάτεσσι Διωνύσου μέγα δῶρον. τί χρέος ἐκ μερόπων δὲ κλυτὰς ἤμειψε γυναῖκας ἐς τόδε πορδαλίων γένος ἄγριον, αὖθις ἀείσω.
Ναὶ μὴν ἄλλο θοὸν διφυὲς γένος ὠπήσαιο,118
85λύγγας ἀριζήλους· αἱ μὲν γὰρ ἔασιν ἰδέσθαι τυτθαί, βαιοτέροισί τ’ ἐφωπλίσσαντο λαγωοῖς· ταὶ δ’ ἄρα μείζονές εἰσιν, ἐπιθρώσκουσι δὲ ῥεῖα εὐκεράοις ἐλάφοισι καὶ ὀξυτέροις ὀρύγεσσι. μορφὴν δ’ ἀμφίδυμοι πανομοίϊον ἀμφιέσαντο·
90ἶσαι μὲν βλεφάροισιν ὕπ’ ὀφθαλμῶν ἀμαρυγαὶ ἱμερόεν στράπτουσι· προσώπατα δ’ ἀμφοτέρῃσι φαιδρὰ πέλει βαιόν τε κάρη καὶ καμπύλον οὖας· μούνη δ’ εἰσιδέειν ἀνομοίϊος ἔπλετο χροιή· μείοσι μὲν λυγγῶν ἐπιδέδρομε ῥινὸς ἐρευθής,
95μείζοσι δὲ κροκόεν τε θεείῳ τ’ εἴκελον ἄνθος. ἔξοχα δ’ αὖ τάδε φῦλα φίλην ἀγάσαντο γενέθλην εὔγληνοι λύγγες τε πυρίγληνοί τε λέοντες πορδάλιές τ’ ὀλοαὶ καὶ τίγριες ἠνεμόεσσαι. τῶν δ’ ὁπότε σκύμνους νεοθηλέας ἐν ξυλόχοισι

3

(100)

λάθρη συλήσωσιν ἀταρβέες ἀγρευτῆρες, αἱ δ’ ἄρ’ ἔπειτ’ ὀπίσω πάλι νεύμεναι ἀθρήσωσιν ἐξαπίνης κενεούς τε δόμους καὶ ἔρημα μέλαθρα, μύρονται λιγέως ἀδινὸν γόον, ἐκ δ’ ἄρα τηλοῦ κωκυτὸν προϊᾶσι πολύστονον, οἷά τε πάτρης
105περθομένης ὑπὸ δουρὶ καὶ αἰθομένης πυρὶ λάβρῳ πεπτάμεναι περὶ τέκνα μέγα κλαίουσι γυναῖκες. ἦ ῥα τόσον τεκέων τε καὶ ἀρτιγόνοιο γενέθλης
φίλτρον ἐνὶ κραδίῃ στάξεν θεός· οὐδ’ ἄρα μούνοις ἀνθρώποις, οἳ πάντα νοήμασι μητίσαντο,120
110ἀλλὰ καὶ ἑρπηστῆρσι καὶ ἰχθύσιν ἠδὲ καὶ αὐτοῖς θήρεσιν ὠμηστῇσι καὶ ὑψιπόλοις ἀγέλαισιν οἰωνῶν· τόσσον ῥα φύσις κρατερώτατον ἄλλων. οἵην μὲν κομιδὴν τεκέων ἐνὶ κύμασι δελφὶς αἰὲν ἔχει γλαῦκός τε χάροψ φωκή τε δυσαής.
115πῶς δ’ ἄρ’ ἐν οἰωνοῖσι ποθὴν ἀλίαστον ἔχουσιν ὧν τεκέων φῆναί τε βαρύφθογγοί τε πέλειαι αἰετόεντά τε φῦλα πολύζωοί τε κορῶναι. πῶς δ’ ὄρνις κατὰ δῶμα συνέστιος ἀνθρώποισιν, ἀρτιτόκος, νεαροῖσι περισκαίρουσα νεοσσοῖς,
120κίρκον ὑπὲρ τέγεος κατεπάλμενον ἀθρήσασα ὀξὺ μὲν ἔκλαγεν αἶψα καὶ ἄνθορεν ὀξὺ λακοῦσα, αὐχένα δ’ ὑψός’ ἄειρεν ἐς ἠέρα γυρώσασα καὶ πάσαις ἑκάτερθε θοῶς ἔφριξεν ἐθείραις καὶ πτερὰ πάντα χάλασσε ποτὶ χθόνα· τοὶ δ’ ἄρα δειλοὶ
125τεῖχος ὑπ’ εὐπτέρυγον πρυλέες τρύζουσι νεοσσοί· ἡ δὲ καὶ ἂψ ἐφόβησε καὶ ἤλασεν ὄρνιν ἀναιδῆ, εἰρυμένη φίλα τέκνα, τά τ’ εἰσέτι νήπια φέρβει, ἄπτερα λυσιτόκων θαλάμων ἀπολύμενα δεσμοῦ. ὣς δὲ καὶ ἐν θήρεσσιν ἐρίβρυχοί τε λέαιναι
130πορδάλιές τε θοαὶ καὶ τίγριδες αἰολόνωτοι παισὶ πέρι προβεβᾶσι καὶ ἀγρευτῆρσι μάχονται καί τε περὶ σφετέρων τεκέων τετλᾶσι δαμῆναι,
ἀντίον αἰχμητῇσι συνιστάμεναι μερόπεσσιν· οὐδέ ποτ’ ἐρρίγασιν ἑῆς ἐν ἀγῶνι γενέθλης122
135οὐ πληθὺν ἐπιοῦσαν ἀκοντοβόλων αἰζηῶν, οὐ χαλκὸν σελαγεῦντα καὶ ἀστράπτοντα σίδηρον, οὐδὲ βολὰς βελέων τε θοὰς μυλάκων τε θαμειάς, σπεύδουσιν δ’ ἢ πρόσθε θανεῖν ἢ τέκνα σαῶσαι. Ἄρκτοι δ’ ἀγριάδες, φόνιον γένος, αἰολόβουλον,
140λάχνην μὲν πυκινὴν δυσπαίπαλον ἀμφιέσαντο, μορφὴν δ’ οὐκ ἀγανὴν παναμειδήτοισι προσώποις· κάρχαρον, οὐλόμενον, ταναὸν στόμα, κυανέη ῥίς, ὄμμα θοόν, σφυρὸν ὠκύ, τορὸν δέμας, εὐρὺ κάρηνον, χεῖρες χερσὶ βροτῶν ἴκελαι, πόδες αὖτε πόδεσσι,
145σμερδαλέη βρυχή, δολερὸν κέαρ, ἄγριον ἦτορ, καὶ πολλὴ Κυθέρεια καὶ οὐ κατὰ κόσμον ἰοῦσα· ἤματα γὰρ καὶ νύκτας ἐελδόμεναι φιλότητος αὐταὶ θηλύτεραι μάλ’ ἐπ’ ἄρσεσιν ὁρμαίνουσι, παῦρα μεθιέμεναι γαμίης παντερπέος εὐνῆς,

3

(150)

τέκνα κυϊσκόμεναι νηδὺν ὅτε κυμαίνουσι. οὐ γάρ τοι θήρεσσι νόμος, γαστὴρ ὅτε πλήθει, ἐς λέχος ἐρχομένοις τελέειν φιλοτήσιον ἔργον, νόσφι μόνων λυγγῶν ὀλιγοδρανέων τε λαγωῶν. ἄρκτος δ’ ἱμείρουσα γάμου στυγέουσά τε λέκτρον
155χῆρον ἔχειν τόσα παισὶ ταλάσσατο μητίσασθαι· πρὶν τοκετοῖο μολεῖν ὥρην, πρὶν κύριον ἦμαρ, νηδὺν ἐξέθλιψε, βιάσσατο τ’ Εἰλειθυίας. τόσση μαχλοσύνη, τόσσος δρόμος εἰς Ἀφροδίτην.
τίκτει δ’ ἡμιτέλεστα καὶ οὐ μεμελισμένα τέκνα,124
160σάρκα δ’ ἄσημον, ἄναρθρον, ἀείδελον ὠπήσασθαι, ἀμφότερον δὲ γάμῳ παιδοτροφίῃ τε μέμηλεν· ἀρτιτόκος δ’ ἔτ’ ἐοῦσα μετ’ ἄρσενος εὐθὺς ἰαύει. λιχμᾶται γλώσσῃ τε φίλον γόνον, οἷά τε μόσχοι λιχμῶνται γλώσσῃσιν ἀμοιβαδίς, ἀλλήλοισι
165τερπόμενοι· γάνυται δὲ βοὸς χροῒ καλλίκερως βοῦς· οὐδ’ ἀποπλάζονται, πρὶν ἀπὸ γλυκὺν ἵμερον εἷναι· θυμὸν δ’ ἑσπομένοιο συνιαίνουσι νομῆος. ὣς ἄρκτος λιχμῶσα φίλους ἀνεπλάσσατο παῖδας, εἰσόκε κνυζηθμοῖσιν ἀναιδέα τονθρύζωσι.
170 Ναὶ μὴν χειμερίην πανυπείροχα δείδιεν ὁρμὴν καὶ λασίη περ ἐοῦσα· χιὼν δ’ ὅτε πάντα παλύνει, ἑσπερίου ζεφύρου πανεπήτριμα χευαμένοιο, κεύθετ’ ἐνὶ σπήλυγγι, τόθι σκέπας ἄρκιον εὕρῃ, καὶ βόσιος χατέουσα πόδας χεῖράς τε λιχμαίνει,
175οἷά τ’ ἀμελγομένη, καὶ γαστρὸς ἔκλεψεν ἐρωήν. τοῖά νύ που βένθεσσιν ἐν εὐρυπόροιο θαλάσσης πουλύποδες σκολιοὶ παρὰ κύμασι μητίσαντο,
χείματος οἳ μεσάτου κρυερὴν τρείοντες ἐνιπὴν κεύθονται πλαταμῶσιν ἑὰς πλοκαμῖδας ἔδοντες·126
180αὐτὰρ ἐπὴν ἔαρ ὑγρὸν ἐΰτροφον ἀνθήσειεν, ἀκρέμονες σφίσιν ὦκα νέοι πάλιν ἀλδήσκουσι, καὶ πάλιν εὐπλόκαμοι δολιχὴν πλώουσι θάλασσαν. Ἑξείης ἐνέπωμεν ἐΰσφυρον, ἠερόεντα, κραιπνόν, ἀελλοπόδην, κρατερώνυχον, αἰπὺν ὄναγρον·
185ὄσσε πέλει φαιδρός, δέμας ἄρκιος, εὐρὺς ἰδέσθαι, ἀργύρεος χροιήν, δολιχούατος, ὀξύτατος θεῖν· ταινίη δὲ μέλαινα μέσην ῥάχιν ἀμφιβέβηκε, χιονέῃς ἑκάτερθε περισχομένη στεφάνῃσι. χιλὸν ἔδει, φέρβει μιν ἄδην ποεσιτρόφος αἶα,
190ἀλλ’ αὐτὸς κρατεροῖς ἀγαθὴ βόσις ἔπλετο θηρσί. φῦλα δ’ ἀελλοπόδων ζηλήμονα πάμπαν ὀνάγρων πολλαῖσίν τ’ ἀλόχοισιν ἀγαλλόμενοι κομόωσι· θηλύτεραι δ’ ἕσπονθ’, ὅθι τοι πόσις ἡγεμονεύει· πρὸς νομὸν ἰθύνουσιν, ἐπὴν ἐθέλῃσιν ἀνώγειν,
195πρὸς πηγὰς ποταμῶν, θηρῶν μέθυ, καὶ πάλιν αἶψα πρὸς λασίους οἴκους, ὅταν ἕσπερος ὕπνον ἄγῃσι. ζῆλον δ’ ἄρσεσι πᾶσιν ἐπὶ σφετέροισιν ὀρίνει υἱάσι νηπιάχοισι πανάγριος οἶστρος ἀναιδής·
ὁππότε θηλυτέρη γὰρ ἔχει κόπον Εἰλειθυίης,128

3

(200)

ἄγχι μάλ’ ἑζόμενος σφέτερον γόνον ἄντα δοκεύει· καί ῥ’ ὅτε νηπίαχον μητρὸς παρὰ ποσσὶ πέσῃσιν, εἰ μὲν θῆλυ πέλει, ποθέει τέκος, ἠδ’ ἑκάτερθε γλώσσῃ λιχμάζων φίλιον γόνον ἀμφαγαπάζει· ἄρσενα δ’ εἴ μιν ἴδοι, τότε δὴ τότε θυμὸν ὀρίνει
205λευγαλέῳ ζήλῳ περὶ μητέρι μαινόμενος θήρ· ἐκ δ’ ἔθορεν μεμαὼς παιδὸς γενύεσσι ταμέσθαι μήδεα, μὴ μετόπισθε νέον γένος ἡβήσειεν. ἡ δὲ λεχώ περ ἐοῦσα καὶ ἀσθενέουσα τόκοισι παιδὶ λυγρῷ πολεμιζομένῳ μήτηρ ἐπαμύνει.
210ὡς δ’ ὁπότ’ ἐν πολέμῳ πολυκήδεϊ μητέρος ἄντην νηπίαχον κτείνωσιν ἀπηνέες αἰχμητῆρες, αὐτήν τ’ αὖ ἐρύωσιν ἔτι σπαίροντι φόνοισιν υἱέϊ πλεγνυμένην, στονόεν μέγα κωκύουσαν, δρυπτομένην ἁπαλήν τε παρηΐδα, νέρθε τε μαζῶν
215αἵματι δευομένην θερμῷ λιαρῷ τε γάλακτι· ὣς καὶ θῆλυς ὄναγρος ἐφ’ υἱέϊ πάμπαν ἔοικεν οἰκτρὰ κινυρομένῃ καὶ δύσμορα κωκυούσῃ. φαίης κεν πανάποτμον, ἑὸν πάϊν ἀμφιβεβῶσαν, μείλιχα μυθεῖσθαι καὶ λισσομένην ἀγορεύειν·
220ἆνερ, ἄνερ, τί νυ σεῖο προσώπατα τρηχύνονται, ὄμματα φοινίχθη δέ, τά τ’ ἦν πάρος αἰγλήεντα; οὐχὶ μέτωπον ἀθρεῖς λιθοεργέος ἄγχι Μεδούσης, οὐ γόνον ἰοβόρον παναμειλίκτοιο δρακαίνης, οὐ σκύμνον πανάθεσμον ὀριπλάγκτοιο λεαίνης.
225παῖδα λυγρὴ τὸν ἔτικτον, ὃν ἀρώμεσθα θεοῖσι, παῖδα τεὸν γενύεσσι τεῇς οὐκ ἄρσενα θήσεις;
ἴσχε, φίλος, μὴ τάμνε· τί μοι τάμες; οἷον ἔρεξας; παῖδα τὸ μηδὲν ἔθηκας, ὅλον δέμας ἐξαλαώσας. δειλὴ ἐγώ, πανάποτμος ἀωροτάτοιο λοχείης,130
230καὶ σὺ τέκος πάνδειλον ἀλιτροτάτοιο τοκῆος. δειλὴ ἐγώ, τριτάλαινα, κενὸν τόκον ὠδίνασα, καὶ σὺ τέκος, τμηθεὶς οὐχὶ στονύχεσσι λεόντων, ἀλλ’ ἐχθραῖς γενύεσσι λεοντείῃσι τοκῆος. τοῖά τις ἂν πανάποτμον ἑὸν περὶ νήπιον υἷα
235μυθεῖσθαι φαίη· τὸν δ’ οὐκ ἀλέγοντα δαφοινοῖς δαίνυσθαι στομάτεσσιν ἀμειδέα παιδὸς ἐδητύν. Ζεῦ πάτερ, ὅσσον ἔφυ ζήλοιο πανάγριον ἦτορ. κεῖνον καὶ φύσιος κρατερώτερον εἰσοράασθαι θῆκας, ἄναξ, δῶκας δὲ πυρὸς δριμεῖαν ἐρωήν,
240δεξιτερῇ δὲ φέρειν ἀδαμάντινον ὤπασας ἆορ. οὐ παῖδας τήρησε φίλους γλυκεροῖσι τοκεῦσιν, οὐχ ἑτάρους πηούς τε μολών, οὐκ οἶδεν ὁμαίμους, ὁππόταν ἀργαλέος τε καὶ ἄσπετος ἀντιβολήσῃ. κεῖνος καὶ προπάροιθεν ἑοῖσιν ἐφώπλισε παισὶν
245αὐτοὺς ἡμιθέους καὶ ἀμύμονας ἡμιθεαίνας, Αἰγείδην Θησῆα καὶ Αἰολίδην Ἀθάμαντα,
Ἀτθίδα καὶ Πρόκνην καὶ Θρηϊκίην Φιλομήλην Κολχίδα τε Μήδειαν ἀρίζηλόν τε Θεμιστώ. ἀλλ’ ἔμπης μετὰ φῦλον ἐφημερίων ἀλεγεινῶν132

3

(250)

θηρσὶ Θυεστείην ὀλοὴν παρέθηκε τράπεζαν. Ἔστι δ’ ἐϋκρήμνοις ἐπὶ τέρμασιν Αἰθιοπήων ἱππάγρων πολὺ φῦλον, ἀκαχμένον ἰοφόροισι δοιοῖς χαυλιόδουσι· ποδῶν γε μὲν οὐ μίαν ὁπλήν, χηλὴν δ’ αὖ φορέουσι διπλῆν, ἰκέλην ἐλάφοισι·
255χαίτη δ’ αὐχενίη μεσάτην ῥάχιν ἀμφιβεβῶσα οὐρὴν ἐς νεάτην μετανίσσεται· οὐδὲ βροτείην δουλοσύνην ἔτλη ποθ’ ὑπερφίαλον γένος αἰνόν· ἀλλ’ εἰ καί ποθ’ ἕλοιεν ἐϋστρέπτοισι βρόχοισιν ἵππαγρον δολίοισι λόχοις μελανόχροες Ἰνδοί,
260οὔτε βορὴν ἐθέλει μετὰ χείλεσιν αἶψα πάσασθαι οὔτε πιεῖν, ὀλοὸς δὲ φέρειν ζυγὸν ἔπλετο δοῦλον. Φράζεο καὶ δύο φῦλα δυσάντεα, καρχαρόδοντα,
μηλοφόνον τε λύκον δυσδερκέα τ’ αὖθις ὕαιναν, τὸν μὲν ποιμενίων τε καὶ αἰπολίων ὀλετῆρα,134
265τὴν δ’ ἐχθρὴν σκυλάκεσσιν ἀρειοτέροις τε κύνεσσι· τὸν μὲν νυκτερινὸν διὰ γαστρὸς ἄφυκτον ἐρωὴν ἀρνειῶν ἐρίφων τε πολυπλόκον ἁρπακτῆρα, τὴν δ’ αὖ νυκτιπόρον καὶ νυκτιπλανῆ τελέθουσαν οὕνεκά οἱ διὰ νύκτα φάος, σκότος αὖτε μετ’ ἠῶ.
270εἴδεα δ’ ἀμφοτέροις ἀνομοίϊα θηρσὶ δαφοινοῖς· τὸν μὲν γάρ τε κύνεσσι πανείκελον ὠπήσαιο μείζοσι ποιμενικοῖς, λασίη δ’ ἐπιέσπεται οὐρή· ἡ δέ τε κυρτοῦται μεσάτην ῥάχιν, ἀμφὶ δὲ πάντῃ λαχνήεσσα κυρεῖ, κατὰ δ’ ἔγραπται δέμας αἰνὸν
275κυανέῃς ἑκάτερθεν ἐπήτριμα ταινίῃσι· στεινή τ’ ἐκτάδιός τε πέλει καὶ νῶτα καὶ οὐρήν· ῥινὸν δ’ ἀμφοτέροισιν ἐπικλείουσιν ἀοιδοὶ ῥιγεδανόν· τῆς μέν τε διατμήξας περὶ ποσσὶν εἰ φορέοις, φορέοις σκυλάκων μέγα δεῖμα κραταιῶν,
280καί σε κύνες κείνοισιν ἐπεμβεβαῶτα πεδίλοις ἀντίον οὐχ ὑλάουσι πάρος γε μὲν ὑλακόωντες. εἰ δὲ λύκον δείρας ῥινῶν ἄπο τεκτήναιο τύμπανον εὐκέλαδον Διδυμήϊον, ὠλεσίκαρπον, μοῦνόν τοι μετὰ πᾶσι βαρύβρομον ἔκλαγεν ἠχὴν
285καὶ μοῦνον παταγεῖ, τὰ δ’ ἐΰθροα πρόσθεν ἐόντα
τύμπανα σιγάζει κώφησέ τε πᾶσαν ἰωήν. καὶ φθίμενοι γὰρ ὄϊς φθίμενον λύκον ἐρρίγασι. θαῦμα δὲ καὶ τόδ’ ἄκουσα περὶ στικτῇσιν ὑαίναις, ἄρσενα καὶ θήλειαν ἀμείβεσθαι λυκάβαντι,136
290καί ῥ’ ὁτὲ μὲν τελέθειν δυσδερκέα νυμφευτῆρα, νωλεμὲς ἱμείροντα γάμων, ποτὲ δ’ αὖθις ὁρᾶσθαι θηλυτέρην νύμφην λοχίην καὶ μητέρα κεδνήν. Ἀλλὰ λύκων τελέθει πολιότριχα πέντε γένεθλα, εἴδεα δ’ ἀλλήλοις ἀνομοίϊα τεκμήραντο
295φῶτες ἀμορβῆες, τοῖσιν μάλα δήϊα φῦλα. πρῶτα μὲν ὃν καλέουσι θρασύφρονα τοξευτῆρα· ξουθὸς μὲν πρόπαν εἶδος, ἀτὰρ περιηγέα γυῖα καὶ κεφαλὴν φορέει πολὺ μείζονα καὶ θοὰ κῶλα· γαστέρα δ’ ἀργαίνουσαν ἔχει πολιῇ ῥαθάμιγγι·

3

(300)

σμερδαλέον δ’ ἰάχει τε καὶ ὑψόθι πάμπαν ὀρούει, αἰὲν ἐπισσείων κεφαλὴν πυρόεν τε δεδορκώς. Ἄλλος δ’ αὖ μέγεθος μὲν ὑπέρτερος, ἅψεα δ’ αὖτε μηκεδανός, πάντεσσι θοώτερος ὦκα λύκοισι· τὸν μέροπες κίρκον τε καὶ ἅρπαγα κικλήσκουσι.
305πολλῷ σὺν ῥοίζῳ δὲ μάλ’ ὄρθριος εἶσιν ἐπ’ ἄγρην πρώτῃ ὑπ’ ἀμφιλύκῃ· ῥέα γάρ τ’ ἐπιδεύετ’ ἐδωδῆς· χροιὴ δ’ ἀργυφέη σελαγεῖ πλευράς τε καὶ οὐρήν, ναίει δ’ οὔρεα μακρά· τὰ δ’ ὁππότε χείματος ὥρῃ ἐκ νεφέων προχυθεῖσα χιὼν κρυόεσσα καλύψῃ,
310δὴ τότε καὶ πόλιος πέλας ἵκετο θὴρ ὀλοόφρων, πᾶσαν ἀναιδείην ἐπιειμένος εἵνεκ’ ἐδωδῆς, λάθρη τ’ ἐμπελάει μάλα τ’ ἤρεμος, εἰσόκεν ἄγρῃ
ἐγχρίμψῃ· τὴν δ’ αἶψα θοοῖς ὀνύχεσσιν ἔμαρψεν. Ἔστι δέ τις Ταύροιο νιφοβλήτους ὑπὲρ ἄκρας138
315ἐνδιάων Κίλικάς τε πάγους καὶ πρῶνας Ἀμανοῦ, καλὸς ἰδεῖν, θήρεσσι πανέξοχος, ὅντε καλεῦσι χρύσεον, ἀστράπτοντα περισσοκόμοισιν ἐθείραις, οὐ λύκος, ἀλλὰ λύκου προφερέστατος αἰπύτατος θήρ, χείλεσι χαλκείοισι τεθηγμένος, ἄσπετος ἀλκήν.
320πολλάκι τοι καὶ χαλκὸν ἀτειρέα, πολλάκι λᾶαν ἐμμενέως ἐτόρησε καὶ αἰχμήεντα σίδηρον. καὶ κύνα Σείριον οἶδε καὶ ἀντέλλοντα φοβεῖται· αὐτίκα δὴ ῥωχμὸν καταδύεται εὐρέος αἴης ἠὲ κατὰ σπήλυγγος ἀφεγγέος, εἰσόκεν ἄζης
325ἠέλιος παύσαιτο καὶ οὐλομένου κυνὸς ἀστήρ. Ἄκμονες αὖ δοιοί, φόνιον γένος, αὐχένα βαιοί, εὐρύτατοι νώτοισιν, ἀτὰρ λασιότριχε μηροὺς καὶ πόδας ἠδὲ πρόσωπον ὀλίζονες, ὄμμασι βαιοί. τῶν ὁ μὲν ἀργυρέοις νώτοις καὶ γαστέρι λευκῇ
330παμφαίνει, δνοφερὸς δὲ μόνων ἄκρα νείατα ταρσῶν· ὅν τινες ἰκτῖνον πολιότριχα φῶτες ἔλεξαν. αὐτὰρ ὅ γε χροιῇσι μελαινομένῃσι πέφανται, μείων μὲν προτέροιο, τὸ δὲ σθένος οὐκ ἐπιδευής. θηρεύει δ’ ἔκπαγλον ἐπὶ πτώκεσσιν ὀρούων·
335πᾶσαί τ’ ἐκ μελέων ὀρθαὶ φρίσσουσιν ἔθειραι. Δηθάκι δ’ αὖτε λύκοι καὶ πορδαλίεσσι δαφοιναῖς εἰς εὐνὴν ἐπέλασσαν, ὅθεν κρατερόφρονα φῦλα, θῶες· ὁμοῦ δὲ φέρουσι διπλοῦν μεμορυγμένον ἄνθος,
μητέρα μὲν ῥινοῖσι, προσώποις δ’ αὖ γενετῆρα.140
340 Τίγριδος αὖ μετέπειτα κλυτὸν δέμας ἀείδωμεν, τῆς οὐ τερπνότερον φύσις ὤπασε τεχνήεσσα ὀφθαλμοῖσιν ἰδεῖν θηρῶν μετὰ πουλὺν ὅμιλον. τόσσον δ’ ἐν θήρεσσι μέγ’ ἔξοχος ἔπλετο τίγρις, ὅσσον ἐν ἠερίοισι ταὼς καλὸς οἰωνοῖσι.
345πάντα μιν ἀθρήσειας ὀρέσβιον οἷα λέαιναν, νόσφι μόνου ῥινοῖο, τὸν αἰόλον ἐστεφάνωται, δαίδαλα πορφύροντα καὶ ἄνθεσι μαρμαίροντα. τοίην μὲν πυρόεσσαν ὑπὸ βλεφάροισιν ὀπωπαὶ μαρμαρυγὴν στράπτουσιν· ἀτὰρ δέμας ἔπλετο τοῖον,

3

(350)

καρτερόν, εὔσαρκον· τοίη δολιχόσκιος οὐρή· τοῖα περὶ στομάτεσσι προσώπατα· τοῖον ὕπερθε νεύει ἐπισκύνιον· τοῖοι σελαγεῦσιν ὀδόντες. ὠκυτέρη τελέθει δὲ θοῶν πανυπείροχα θηρῶν· αὐτῷ γάρ τε θέειν ἰκέλη Ζεφύρῳ γενετῆρι·
355οὔτι γε μὴν γενετῆρι· τίς ἂν τάδε πιστώσαιτο, θῆρες ὅτι δμηθεῖεν ὑπ’ ἠέρι νυμφευτῆρι; ἔπλετο γὰρ κείνη κενεὴ φάτις, ὡς τόδε φῦλον θῆλυ πρόπαν τελέθει καὶ ἀδέμνιον ἄρσενός ἐστι· δηθάκι γάρ κεν ἴδοις πολυανθέα καλὸν ἀκοίτην·
360ῥεῖα γὰρ οὐκ ἂν ἕλοις· δὴ γάρ τε λιπὼν ἑὰ τέκνα ἐμμενέως φεύγει, θηρήτορας εὖτ’ ἂν ἴδηται· ἡ δ’ ἕπεται σκύμνοισιν ἀνιάζουσά τε θυμόν, χάρμα μέγ’ ἀγρευτῆρσι, πρὸς ἄρκυας ἰθὺς ἱκάνει.
Κάπρος ἐνυαλίοις δὲ μέγ’ ἔξοχος ἐν θήρεσσιν142
365εὐνὰς μὲν ποθέει πυμάτοις ἐνὶ βένθεσι κρημνῶν, ἔξοχα δὲ στυγέει δοῦπον πολυηχέα θηρῶν. θηλυτέρῃ δ’ ἀλίαστος ἐφορμαίνων ἀλάληται καὶ μάλ’ ἐρωμανέων σφριγᾷ· κατὰ δ’ αὐχένος ὀρθαὶ φρίσσουσι τρίχες, οἷα περισσολόφων πηλήκων,
370ἀφρὸν ἀποσταλάει δὲ κατὰ χθονός· αὐτὰρ ὀδόντων ἕρκος ἐπικροτέει λευκόχροον ἄσθματι θερμῷ· καὶ χόλος ἀμφὶ γάμοισι πολὺ πλέον ἠέπερ αἰδώς. θηλυτέρη δ’ εἴ μίν κεν ὑποπτήξασα μένῃσιν, ἔσβεσε πάντα χόλον, κατὰ δ’ εὔνασε θηρὸς ἐρωήν·
375εἰ δέ κ’ ἀνηναμένη φεύγῃ φιλοτήσιον εὐνήν, αὐτίκ’ ὀρινόμενος θερμῷ πυρόεντι μύωπι ἢ γάμον ἐξετέλεσσεν ἀνάγκῃ, ἶφι δαμάσσας, ἢ νέκυν ἐν κονίῃσι βάλεν, γενύεσσιν ὀρούσας. ἔστι δέ τις κάπροιο φάτις πέρι λευκὸν ὀδόντα
380λάθριον ἐντὸς ἔχειν μαλερὴν πυρόεσσαν ἐνιπήν. σῆμα δ’ ἐφημερίοισιν ἀριφραδὲς ἐρρίζωται· ὁππότε γὰρ πολὺς ὄχλος ἐπήτριμος ἀγρευτήρων σὺν κυσὶν εὐτόλμοισι ποτὶ χθόνα θῆρα βάλωνται, αἰχμῇσιν δολιχῇσιν ἐπασσύτερον δαμάσαντες,
385δὴ τότ’ ἀπ’ αὐχένος εἴ τις ἀειράμενος τρίχα λεπτὴν θηρὸς ἔτ’ ἀσθμαίνοντος ἐνιχρίμψειεν ὀδόντι, αἶψα μάλα σφαιρηδὸν ἀνέδραμεν αἰθομένη θρίξ. καὶ δ’ αὐτοῖσι κύνεσσιν ἐπὶ πλευρῇς ἑκάτερθεν, ἔνθα συὸς γενύων πέλασαν αἴθωνες ὀδόντες,
390ἴχνια πυρσευθέντα διὰ ῥινοῖο τέτανται. Ὑστρίγγων δ’ οὔπω τι πέλει κατὰ δάσκιον ὕλην
ῥίγιον εἰσιδέειν οὔτ’ ἀργαλεώτερον ἄλλο· τῶν ἤτοι μέγεθος μὲν ὁποῖα λύκοισι δαφοινοῖς, βαιόν, ὀλιζότερον, κρατερὸν δέμας, ἀμφὶ δὲ ῥινὸς144
395τρηχείαις λασίαισι πέριξ πέφρικεν ἐθείραις, ὁπποίαις θωρήξατ’ ἐχίνων αἰόλα φῦλα. ἀλλ’ ὅτε μιν σεύωσιν ἀρείονες ἔξοχα θῆρες, δὴ τότ’ ἐμήσατο τοῖα· θοὰς ἔφριξεν ἐθείρας καί τ’ ὀπίσω νώτοισιν ἀκαχμένον ὠκυπέτῃσιν

3

(400)

ἰθὺς ἀκοντίζει μαλερὸν βέλος· ἀμφότερον δὲ φεύγει τ’ ἐμμενέως καὶ ἀλευόμενος πολεμίζει. δηθάκις ἔκτεινεν κύνα κάρχαρον· ὧδέ κε φαίης αἰζηὸν τόξων δεδαηκότα τοξεύεσθαι. τοὔνεκεν ὁππότε μιν θηρήτορες ὠπήσωνται,
405οὔτι κύνας μεθιᾶσι, δόλον δ’ ἐπετεκτήναντο, τὸν μετέπειτ’ ἐρέω, θηρῶν φόνον ὁππότ’ ἀείδω. Ἰχνεύμων βαιὸς μέν, ἀτὰρ μεγάλοισιν ὁμοίως μέλπεσθαι θήρεσσι πανάξιος εἵνεκα βουλῆς ἀλκῆς τε κρατερῆς ὑπὸ νηπεδανοῖσι μέλεσσιν.
410ἦ γάρ τοι κέρδεσσι κατέκτανε διπλόα φῦλα, ἑρπηστῆρας ὄφεις καὶ ἀργαλέους κροκοδείλους, κείνους Νειλῴους, φόνιον γένος· ὁππότε γάρ τις
θηρῶν λευγαλέων εὕδῃ τρίστοιχα πετάσσας χείλεα καὶ χάος εὐρὺ καὶ ἄσπετον αἰόλον ἕρκος,146
415δή ῥα τότ’ ἰχνεύμων δολίην ἐπὶ μῆτιν ὑφαίνων λοξοῖς ὀφθαλμοῖσιν ἀπείρονα θῆρα δοκεύει, εἰσόκε τοι βαθὺν ὕπνον ἐπὶ φρεσὶ πιστώσηται· αἶψα δ’ ἄρ’ ἐν ψαμάθοισι καὶ ἐν πηλοῖσιν ἐλυσθεὶς ῥίμφ’ ἔθορεν, πυλεῶνα διαπτάμενος θανάτοιο
420τολμηρῇ κραδίῃ, διὰ δ’ εὐρέος ἤλυθε λαιμοῦ. αὐτὰρ ὅ γ’ ἐξ ὕπνου βαρυαέος ἔγρετο δειλός, καὶ κακὸν ἐν λαγόνεσσι φέρων τόσον ἀπροτίελπτον, πάντῃ μαινόμενος καὶ ἀμήχανος ἀμφαλάληται, ἄλλοτε μὲν ποτὶ τέρματ’ ἰὼν μυχάτου ποταμοῖο,
425ἄλλοτε δ’ αὖ ψαμάθοισι κυλινδόμενος ποτὶ χέρσον, ἄγριον ἀσθμαίνων, στρωφώμενος ἀμφ’ ὀδύνῃσιν. αὐτὰρ ὅ γ’ οὐκ ἀλέγει, γλυκερῇ δ’ ἐπιτέρπετ’ ἐδωδῇ· ἥπατι δ’ ἄγχι μάλιστα παρήμενος εἰλαπινάζει· ὀψὲ δέ τοι προλιπὼν κενεὸν δέμας ἔκθορε θηρός.
430ἰχνεῦμον μέγα θαῦμα, μεγασθενές, αἰολόβουλε, ὅσσην τοι κραδίη τόλμαν χάδεν. ὅσσον ὑπέστης, ἀγχίμολον θανάτοιο τεὸν δέμας ἀμφὶς ἐρείσας. Ἀσπίδα δ’ ἰοφόρον τοίαις ἐδαμάσσατο βουλαῖς. πᾶν δέμας ἐν ψαμάθοισι καλύψατο θῆρα δοκεύων,
435νόσφι μόνης οὐρῆς τε καὶ ὀφθαλμῶν πυροέντων· οὐρή οἱ δολιχὴ γὰρ ὀφιονέη τε τέτυκται,
ἄκροισιν κεφαληδὸν ἐειδομένοισι κορύμβοις, ἄντα μελαινομένη, θηρῶν φολίδεσσιν ὁμοίη. τὴν δ’ ὅτε φυσιόωσαν ἔχιν ψολόεσσαν ἴδηται,148
440ἀντία γυρώσας προκαλέσσατο θῆρα δαφοινήν. ἀσπὶς δ’ ἰοφόρον πέλας ἀντήειρε κάρηνον, στήθεά τ’ εὔρυνε, στυφελόν θ’ ὑπέσηρεν ὀδόντα, μαρναμένη γενύεσσιν ἐτώσια λευγαλέῃσιν. ἀλλ’ οὐκ ἰχνεύμων τότ’ ἀρήϊος ἐν ψαμάθοισι
445δηθύνει, πικρῶν δὲ θορὼν ἐδράξατο λαιμῶν, δαρδάπτει τε γένυσσιν ἑλισσομένην ἑκάτερθε, καὶ νέκυν αὐτίκ’ ἔθηκ’ ἀποφώλιον ἐκπτύουσαν πευκεδανὸν θανάτοιο φίλον, ζαμενῆ χόλον, ἰόν. Ναὶ μὴν αἰολόβουλος ἐπ’ ἀγραύλοισι μάλιστα

3

(450)

θηρσὶ πέλει κερδώ, μάλ’ ἀρήϊος ἐν πραπίδεσσι· καὶ πινυτὴ ναίει πυμάτοις ἐνὶ φωλειοῖσιν, ἑπταπύλους οἴξασα δόμους τρητάς τε καλιὰς τηλόθ’ ἀπ’ ἀλλήλων, μή μιν θηρήτορες ἄνδρες ἀμφὶ θύρῃ λοχόωντες ὑπὸ βροχίδεσσιν ἄγωνται·
455ἀργαλέη γενύεσσι καὶ ἀντία δηρίσασθαι θηρσί τ’ ἀρειοτέροισι καὶ ἀγρευτῆρσι κύνεσσιν. εὖτε δὲ χεῖμα πέλει κρυερὸν βόσιός τε χατίζει, γυμναὶ δ’ ἡμερίδες περὶ βότρυσιν ἰνδάλλονται, δὴ τότε καὶ θηρᾶν πικρὴν ἐπὶ μῆτιν ὑφαίνει,
460οἰωνούς τε δόλοισιν ἑλεῖν καὶ τέκνα λαγωῶν. Ἔννεπέ μοι κἀκεῖνα, πολύθροε Μοῦσα λιγεῖα, μικτὰ φύσιν θηρῶν, διχόθεν κεκερασμένα, φῦλα, πόρδαλιν αἰολόνωτον ὁμοῦ ξυνήν τε κάμηλον. Ζεῦ πάτερ, ὅσσα νόησας, ὅς’ εἴδεα νῶϊ φύτευσας,150
465ὅσσα βροτοῖσιν ὄπασσας, ὅς’ εἰναλίοις νεπόδεσσιν. ὃς τόδ’ ἐμήσαο πάγχυ καμήλων αἰόλον εἶδος, ἀμφιέσας ῥινοῖσιν ἀναιδέσι πορδαλέοισι φαίδιμον, ἱμερόεν, τιθασὸν γένος ἀνθρώποισι. δειρή οἱ ταναή, στικτὸν δέμας, οὔατα βαιά,
470ψιλὸν ὕπερθε κάρη, δολιχοὶ πόδες, εὐρέα ταρσά, κώλων δ’ οὐκ ἴσα μέτρα, πόδες τ’ οὐ πάμπαν ὁμοῖοι, ἀλλ’ οἱ πρόσθεν ἔασιν ἀρείονες, ὑστάτιοι δὲ πολλὸν ὀλιζότεροι, κατά τ’ ὀκλάζουσιν ὁμοῖοι. ἐκ δὲ μέσης κεφαλῆς δίδυμον κέρας ἰθὺς ὀρούει,
475οὔ τι κέρας κερόεν, παρὰ δ’ οὔατα μεσσόθι κόρσης ἀβληχραὶ κροτάφοισιν ἐπαντέλλουσι κεραῖαι· ἄρκιον, ὡς ἐλάφοιο, τέρεν στόμα, λεπταλέοι τε ἐντὸς ἐρηρέδαται γαλακόχροες ἀμφὶς ὀδόντες· αἴγλην παμφανόωσαν ἀπαστράπτουσιν ὀπωπαί.
480οὐρὴ δ’ αὖτ’ ἐλαχεῖα, θοαῖς ἅτε δορκαλίδεσσιν,
ἄκραισιν μετόπισθε μελαινομένῃσιν ἐθείραις. Ναὶ μὴν ἄλλο γένεθλον ἐμοῖς ἴδον ὀφθαλμοῖσιν ἀμφίδυμον, μέγα θαῦμα, μετὰ στρουθοῖο κάμηλον· τὴν ἔμπης κούφοις μεταρίθμιον οἰωνοῖσι152
485καὶ πτερόεσσαν ἐοῦσαν ἐμαὶ μέλψουσιν ἀοιδαί, οὕνεκεν ἡμετέρης μιν ἕλεν νόμος αἰόλος ἄγρης. οὔτε γὰρ ὀρνίθων σφε δαμάσσατο δήϊος ἰξός, οὔτε διηερίην δόνακες πατέοντες ἀταρπόν. ἀλλ’ ἵπποι σκύλακές τε θοοὶ καὶ ἀείδελα δεσμά.
490τῆς ἤτοι μέγεθος μὲν ὑπέρβιον, ὅσσον ὕπερθε νώτοις εὐρυτάτοισι φέρειν νεοθηλέα κοῦρον· καὶ πόδες ὑψιτενεῖς, ἴκελοι νωθροῖσι καμήλοις, ὁπποῖον θαμινῇσιν ἀρηράμενοι φολίδεσσι σκληρῇς ἄχρι διπλῆς ἐπιγουνίδος· ὕψι δ’ ἀείρει
495βαιὴν μὲν κεφαλήν, πολλὴν δὲ τανύτριχα δειρὴν κυανέην· κείνῃσι πολὺ πτερόν· οὐ μὲν ὕπερθεν ἠέρος ὑψιπόροισιν ἐπιπλώουσι κελεύθοις, ἀλλ’ ἔμπης θείειν ποσσὶ κραιπνοὶ τελέθουσαι αὐτοῖσιν φορέουσιν ἴσον τάχος οἰωνοῖσιν.

3

(500)

οὐδὲ μὲν ὀρνίθεσσιν ὁμοίϊος ἀμβαδὸν εὐνή,
Βάκτριον οἷα δὲ φῦλον ἔχουσιν ἀπόστροφα λέκτρα· τίκτει δ’ ἄπλετον ᾠόν, ὅσον χαδέειν τόσον ὄρνιν, κυκλόσε λαϊνέοις θωρησσόμενον κελύφεσσι. Πτῶκας ἀείδωμεν, θήρης ἐρίδωρον ὀπώρην.154
505σῶμα πέλει τυτθόν, λάσιον, δολιχώτατον οὖας, βαιὸν ὕπερθε κάρη, βαιοὶ πόδες, οὐκ ἴσα κῶλα· χροιὴν δ’ ἀμφιέσαντ’ ἀνομοίϊον· οἱ μὲν ἔασι κυάνεοι δνοφεροί τε μελάμβωλον κατ’ ἄρουραν, ξανθοὶ δ’ αὖθ’ ἕτεροι πεδίων ἐπὶ μιλτοπαρῄων·
510αὐτὰρ ἐρίγληνοι χαροπὸν στράπτουσιν ὀπωπαὶ κανθὸν ἀγρυπνίῃ κεκορυθμένον· οὔποτε γὰρ δὴ ὕπνον ἐπὶ βλεφάροισιν ἀποβρίξαντες ἕλοντο, δειδιότες θηρῶν τε βίην μερόπων τε θοὸν κῆρ·
νυκτὶ δέ τ’ ἐγρήσσουσι καὶ ἐς φιλότητα μέλονται·156
515νωλεμὲς ἱμείρουσι γάμων, ἔτι δ’ ἔγκυοι οὖσαι οὔποτ’ ἀναίνονται πόσιος πολύθουρον ἐρωήν, οὐδ’ ὅτε γαστρὶ φέρωσι πολύσπορον ὠκὺν ὀϊστόν· ἔξοχα γὰρ τόδε φῦλον, ὅς’ ἄπλετος ἔτραφεν αἶα, πουλυγόνον τελέθει· τὸ μὲν ἄρ ποθι νηδύος ἐκτὸς
520ἔμβρυον ἐκθρώσκει τετελεσμένον, ἄλλο δ’ ἔσωθεν νόσφι τριχὸς φορέει, τὸ δ’ ἄρ’ ἡμιτέλεστον ἀέξει, ἄλλο δ’ ἄναρθρον ἔχει θορόεν βρέφος ὠπήσασθαι· ἑξείης τίκτει δέ, καὶ οὔποτε θῆλυς ἀναιδὴς λήθετο μαχλοσύνης· τελέει δ’ ὅσα θυμὸς ἀνώγει,
525οὐδ’ αὐταῖς ὠδῖσιν ἀνηναμένη Κυθέρειαν.158

4

Εἴδεα μὲν τόσα θηρσί, τόσαι δ’ ἀνὰ δάσκιον ὕλην νυμφίδιοι φιλότητες ὁμήθειαί τε πέλονται ἔχθεά τε κρυεροί τε μόθοι νόμιοί τε χαμεῦναι. τλησιπόνων δ’ ἀνδρῶν χρέος ἄπλετον ἀείδωμεν,
5ἀμφότερον κρατερόν τε μένος καὶ ἐπίφρονα βουλὴν κέρδεά τ’ αἰολόβουλα πολυφράστοις τε δόλοισι φραξαμένην κραδίην· ἦ γάρ τε πρὸς ἄγρια φῦλα μάρναται, οἷσι θεὸς σθένος ὤπασε καὶ μένος ἠῢ καὶ φρένας οὐδ’ αὐτῶν πολὺ μείονας ἀγρευτήρων.
10 Ἤθεα πολλὰ πέλει κλειτῆς πολυαρκέος ἄγρης, ἄρμενα καὶ θήρεσσι καὶ ἔθνεσιν ἠδὲ χαράδραις, μυρία· τίς κεν ἅπαντα μιῇ φρενὶ χωρήσειεν εἰπέμεναι κατὰ μοῖραν ὑπ’ εὐκελάδοισιν ἀοιδαῖς; τίς δ’ ἂν πάντ’ ἐσίδοι; τίς δ’ ἂν τόσον ὠπήσαιτο
15θνητὸς ἐών; μοῦνοι δὲ θεοὶ ῥέα πάνθ’ ὁρόωσιν. αὐτὰρ ἐγὼν ἐρέω τά τ’ ἐμοῖς ἴδον ὀφθαλμοῖσι, θήρην ἀγλαόδωρον ἐπιστείχων ξυλόχοισιν, ὅσσα τ’ ἀπ’ ἀνθρώπων ἐδάην, τοῖσιν τὰ μέμηλεν, αἰόλα παντοίης ἐρατῆς μυστήρια τέχνης,
20ἱμείρων τάδε πάντα Σεουήρου Διὸς υἱῷ ἀείδειν· σὺ δέ, πότνα θεά, παγκοίρανε θήρης, εὐμενέουσα θοῇ βασιληΐδι λέξον ἀκουῇ, ὄφρα τεῶν ἔργων προμαθὼν ὀαρίσματα πάντα θηροφονῇ, μακαριστὸς ὁμοῦ παλάμῃ καὶ ἀοιδῇ.160
25 Θηρῶν οἱ μὲν ἔασιν ἐπίφρονες, αἰολόβουλοι, ἀλλὰ δέμας βαιοί· τοὶ δ’ ἔμπαλιν ἀλκήεντες, βουλὴν δ’ ἐν στήθεσσιν ἀνάλκιδες· οἱ δ’ ἄρ’ ὁμαρτῇ καὶ κραδίην δειλοὶ καὶ γυῖα πέλους’ ἀμενηνοί, ἀλλὰ πόδεσσι θοοί· τοῖσιν δὲ θεὸς πόρε πάντα,
30βουλὴν κερδαλέην, κρατερὸν δέμας, ὠκέα γοῦνα. γιγνώσκουσι δ’ ἕκαστος ἑῆς φύσιος κλυτὰ δῶρα, ἔνθ’ ὀλιγοδρανέες τε καὶ ἔνθα πέλουσι δαφοινοί. οὐκ ἔλαφος κεράεσσι θρασύς, κεράεσσι δὲ ταῦρος· οὐ γενύεσσιν ὄρυξ κρατερός, γενύεσσι λέοντες·
35οὐ ποσὶ ῥινόκερως πίσυνος, πόδες ὅπλα λαγωῶν· πόρδαλις οἶδ’ ὀλοὴ παλαμάων λοίγιον ἰόν, καὶ σθένος αἰνὸς ὄϊς μέγα λαϊνέοιο μετώπου, καὶ κάπρος μένος οἶδεν ἑῶν ὑπέροπλον ὀδόντων. Ὅσσαι μέν νυν ἔασιν ἐπακτήρεσσι δαφοινοῖς
40μουναδὸν ἐν σκοπέλοισι προμήθειαί τε πάγαι τε, κεκριμένας φράσομεν θήρας ἐπὶ θηρσὶν ἑκάστοις· ξυνὰ δέ θ’ ὅσσα πέλουσιν, ὁμοίης ἔλλαχεν ᾠδῆς.
ξυναὶ θηροσύναι τε λίνων ξυναί τε ποδάγραι· ξυνὰ δέ τ’ ἀνθρώποισι ποδωκέα πάντα γένεθλα162
45ἵπποις ἠδὲ κύνεσσι διωκέμεν· ἄλλοτε δ’ αὖτε καὶ μούνοις ἵπποισι κυνῶν ἄτερ ἰθὺς ἐλαύνειν· ἵπποισιν κείνοισιν, ὅσοι περὶ Μαυρίδα γαῖαν φέρβοντ’, ἢ Λιβύεσσιν· ὅσοι μὴ κάρτεϊ χειρῶν ἄγχονται ψαλίοισι βιαζομένοιο χαλινοῦ,

4

(50)

πείθονται δὲ λύγοισιν, ὅπη βροτὸς ἡγεμονεύει. τοὔνεκεν ἱππελάται κείνων ἐπιβήτορες ἵππων ἠδὲ κύνας λείπουσι φίλους πίσυνοί τ’ ἐλόωσιν ἵπποις ἠελίου τε βολῇ καὶ νόσφιν ἀρωγῶν. ξυνὸν ἀκοντίζειν δὲ καὶ ἀντία τοξάζεσθαι
55θῆρας ἀρειοτέρους, τοί τ’ ἀνδράσιν ἶφι μάχονται. Ἐς δὲ λίνον χρειὼ στέλλειν οἰήϊα θήρης,
καὶ πνοιὴν ἀνέμου φεύγειν ἄνεμόν τε δοκεύειν. οἷα δὲ ποντοπόρων ἀκάτων ἐπιβήτορες ἄνδρες ἑζόμενοι πρύμνῃσι, νεῶν ἐφέποντες ὀχῆας,164
60ἠέρα παπταίνουσι καὶ ἀργεστῇσι Νότοισι πειθόμενοι τανύσαντο λινοπτερύγων ὅπλα νηῶν· ὧδε καὶ ἐν τραφερῇ κέλομαι θηρήτορας ἄνδρας παπταίνειν ἑκάτερθεν ἐπιπνείοντας ἀήτας, ὄφρα λινοστατέωσι βοηλατέωσί τε πάντῃ
65αὔραις ἀντιάσαντες· ἐπεὶ μάλα θήρεσι πᾶσιν ὀξύταται ῥινῶν ὀσφρήσιες· εἰ δὲ φράσαιντο ἢ σταλίκων ὀδμὴν ἢ πεπταμένοιο λίνοιο, ἔμπαλιν ἰθύνουσιν, ἐπιστροφάδην δὲ φέβονται αὐτοῖς ἄντα βροτοῖσι, πόνον δ’ ἅλιον θέσαν ἄγρης.
70τῷ μοι παπταίνοιεν ἐπαιγίζοντας ἀήτας θηροφόνοι, στάλικάς τε λινοστασίην τ’ ἐφέποιεν ἀντιπέρην ἀνέμοιο βολῆς· ὄπιθεν δ’ ἐλάοιεν ἐς Νότον αἰθρήεντος ἐγειρομένου Βορέαο· ἐς δὲ Βορῆν σαλαγεῦντος ἐπὶ δροσεροῖο Νότοιο·
75Εὔρου δ’ ἱσταμένοιο θέειν Ζεφυρίτισιν αὔραις· κινυμένου Ζεφύρου δὲ θοῶς εἰς Εὖρον ἐλαύνειν. Ἀλλὰ σύ μοι πρώτιστα λεόντων ἔξοχον ἄγρην ἐν θυμῷ βάλλοιο καὶ ἀνδρῶν ἄλκιμον ἦτορ. χῶρον μὲν πρώτιστον ἐπεφράσσαντο κιόντες,
80ἔνθα περὶ σπήλυγγας ἐρίβρομος ἠΰκομος λῖς ἐνδιάει, μέγα δεῖμα βοῶν αὐτῶν τε νομήων· θηρὸς δ’ αὖ μετέπειτα πελώριον ὠπήσαντο ἴχνεσι τριβομένοισιν ἀταρπιτόν, ᾗ ἔνι πολλὸς
λαρὸν πιόμενος ποταμηπόρος ἰθὺς ὁδεύει.166
85ἔνθ’ ἤτοι βόθρον μὲν ἐΰδρομον ἀμφὶς ὄρυξαν, εὐρὺν καὶ περίμετρον· ἀτὰρ μεσάτῃ ἐνὶ τάφρῳ κίονα δειμάσθην μέγαν, ὄρθιον, ὑψικόλωνον· τοῦ δ’ ἄπο μὲν κρεμάσαντο μετήορον αὖ ἐρύσαντες ἀρνειὸν νεογιλὸν ὑπ’ ἀρτιτόκοιο τεκούσης·
90ἔκτοθε δ’ αὖ βόθροιο περίτροχον ἐστεφάνωσαν αἱμασιήν, πυκάσαντες ἐπασσυτέροις μυλάκεσσιν, ὄφρα κε μὴ πελάσας δολερὸν χάος ἀθρήσειε· καί ῥ’ ὁ μὲν ὑψικρεμὴς ὑπομάζιος ἀμνὸς ἀϋτεῖ· τοῦ δέ τε πειναλέην κραδίην ἐπάταξεν ἰωή·
95μαιόμενος δ’ ἴθυσε, φίλον κεχαρημένος ἦτορ, ἴχνος ἐπισπέρχων βληχῆς ἠδ’ ἔνθα καὶ ἔνθα παπταίνων πυρόεν· τάχα δ’ ἤλυθεν ἄγχι δόλοιο, ἀμφί τε δινεῖται, κρατερὸς δέ ἑ λιμὸς ὀρίνει. αὐτίκα δ’ αἱμασιὴν μὲν ὑπέρθορε γαστρὶ πιθήσας,

4

(100)

δέκτο δέ μιν χάος εὐρὺ περιστεφές, οὐδ’ ἐνόησεν, ὡς ἐπὶ βυσσὸν ἵκανεν ἀνωΐστοιο βερέθρου· παντόσε δινεῖται δὲ παλίσσυτος αἰὲν ὀρούων, ὁπποῖος περὶ νύσσαν ἀεθλοφόρος θοὸς ἵππος, ἀγχόμενος παλάμῃσι καὶ ἡνιόχοιο χαλινῷ.
105οἱ δ’ ἄρ’ ἀπὸ σκοπιῆς τηλαυγέος ἀθρήσαντες ἀγρευτῆρες ὄρουσαν, ἐριτμήτοισι δ’ ἱμᾶσι δησάμενοι καθιᾶσιν ἐΰστροφα τυκτὰ μέλαθρα, ὀπταλέον κἀκεῖσε δόλον κρύψαντες ἐδωδῆς· αὐτὰρ ὅ γ’ ἐκ βόθροιο δοκεύμενος αὐτίκ’ ἀλύξειν
110ἔνθορε καγχαλόων· παρὰ δ’ οὐκέτι νόστος ἕτοιμος. ὧδε μὲν ἀμφὶ χυτὴν Λιβύων πολυδίψιον αἶαν. Αὐτὰρ ἐϋρρείταο παρ’ ὄχθαις Εὐφρήταο
ἵππους μὲν χαροποὺς μεγαλήτορας ἀρτύνονται θήρειον ποτὶ μῶλον· ἐπεὶ χαροποὶ γεγάασι168
115κραιπνότατοι θείειν καὶ ἀναιδέες ἶφι μάχεσθαι καὶ μοῦνοι τετλᾶσι λεόντων ἀντία βρυχήν· οἱ δ’ ἄλλοι τρείουσι καὶ ἀγκλίνουσιν ὀπωπάς, δειμαίνοντες ἄνακτος ἑοῦ πυριλαμπέα κανθόν, ὣς ἐφάμην καὶ πρόσθεν ἐν ἱππαλέοισιν ἀοιδαῖς.
120πεζοὶ δ’ ἐκτανύσαντο λίνοιο περίδρομον ἕρκος, ἄρκυας ἀσσυτέροις ἐπιδειμάμενοι σταλίκεσσι· τόσσον δ’ αὖθ’ ἑκάτερθεν ἐπιπρονένευκε κεραίη, ὅσσον ἐπημύει κέρας ἀρτιτόκοιο σελήνης. τρισσοὶ δ’ αὖ λοχόωσι λίνων ἔπι θηρητῆρες,
125εἷς μέσατος, δοιοὶ δ’ ἄρ’ ἐπ’ ἀκροτάτοισι κορύμβοις, ὁππόσον ἐκ μεσάτοιο γεγωνότος ἀμφοτέροισιν εἰσαΐειν ἑκάτερθε διπλῶν ἀκρόπτερα φωτῶν. οἱ δ’ ἄλλοι στήσαντο νόμῳ πολέμοιο δαφοινοῦ, φρυκτοὺς αὐσταλέους πυριλαμπέας ἀμφὶς ἔχοντες·
130ἀνδρῶν δ’ αὐτὸς ἕκαστος ἔχει σάκος ἐν χερὶ λαιῇ, (ἀσπίδος ἐν πατάγῳ θηρσὶν μέγα δεῖμα δαφοινοῖς·) δεξιτερῇ δὲ φέρει πεύκης ἄπο δαιόμενον πῦρ· ἔξοχα γὰρ δείδοικε πυρὸς μένος ἠΰκομος λῖς, οὐδ’ ἐσιδεῖν τέτληκεν ἀταρμύκτοισιν ὀπωπαῖς.
135οἱ δ’ ὁπότ’ ἀθρήσωσι λεόντων ἄλκιμον ἦτορ, πάντες ὁμῶς ἱππῆες ἐπέσσυθεν, ἀμφὶ δὲ πεζοὶ ἕσπονται παταγεῦντες, ἀϋτὴ δ’ αἰθέρ’ ἱκάνει. θῆρες δ’ οὐ μίμνουσιν, ἐπιστροφάδην δὲ νέονται θυμὸν ὀδὰξ πρίοντες, ἀμυνέμεν οὐκ ἐθέλοντες.
140ὡς δ’ ἰχθῦς ἀνὰ νύκτα δολόφρονες ἀσπαλιῆες
πρὸς βόλον ἰθύνουσι θοαῖς ἀκάτοισι φέροντες λαμπομένας δαΐδας· τοὶ δὲ τρείουσιν ἰδόντες ἔλλοπες, οὐδὲ μένουσιν ἑλισσομένην ἀμαρυγήν· ὣς καὶ θῆρες ἄνακτες ἐπιμύουσιν ὀπωπάς.170
145καὶ τότε δειδιότες κτύπον ἀνδρῶν καὶ φλόγα πυρσῶν αὐτόματοι πλεκτῇσι λίνων λαγόνεσσι πέλασσαν. Ἔστι δέ τις θήρης τρίτατος νόμος Αἰθιοπήων ἀκάματος, μέγα θαῦμα· τὸ δ’ ἀνέρες ἀλκήεντες Αἴθοπες ἠνορέῃ πίσυνοι πίσυρες τελέουσι.

4

(150)

πλεκτὰ σάκη τεύχουσιν ἐϋστρέπτοισι λύγοισι καρτερὰ καὶ πλευρῇσι περίδρομα, κὰδ δὲ βοείας ἀζαλέας τανύουσιν ἐπ’ ἀσπίσιν ὀμφαλοέσσαις ἄλκαρ ἔμεν τ’ ὀνύχων βριαρῶν γενύων τε δαφοινῶν· αὐτοὶ δ’ οἰὸς ἄωτα πρόπαν δέμας ἀμφιέσαντο,
155σφιγξάμενοι καθύπερθεν ἐπασσυτέροις τελαμῶσι· καὶ κόρυθες κρύπτουσι καρήατα· μοῦνα δ’ ἀθρήσαις χείλεά τε ῥῖνάς τε καὶ ὄμματα μαρμαίροντα. ἄντα δὲ θηρὸς ἴασιν ἀολλέες, εὐκελάδοισι μάστιξιν θαμινῇσι δι’ ἠέρος αἰθύσσοντες·
160αὐτὰρ ὅ γε σπήλυγγος ὑπεκπροθορὼν ἀλίαστος βρυχᾶται πετάσας φόνιον χάος ἀντία φωτῶν, δερκόμενος χαροποῖσιν ὑπ’ ὄμμασιν αἰθόμενον πῦρ, θυμῷ παφλάζων ἴκελος δίοισι κεραυνοῖς. οὐ τοῖον Γάγγαο ῥόος πρόσθ’ ἠελίοιο
165Ἰνδὸν ὑπὲρ δάπεδον Μαρυανδέα λαὸν ἀμείβων μυκᾶται βρύχημα πελώριον, ὁππότε κρημνῶν ἐκπροθορὼν ἐκάλυψε μέλαν δέμας αἰγιαλοῖο· ὅστε καὶ εὐρύτατός περ ἐὼν καί τ’ εἴκοσιν ἄλλοις κυρτοῦται ποταμοῖσι κορυσσόμενος λάβρον ὕδωρ·
170οἷον ἐπισμαραγεῖ δρίος ἄσπετον ἠδὲ χαράδραι βρυχηθμοῖς ὀλοοῖσιν, ἐπιβρέμεται δ’ ὅλος αἰθήρ. καί ῥ’ ὁ μὲν αὐτίκ’ ὄρουσε λιλαιόμενος χροὸς ἆσαι, λαίλαπι χειμερίῃ πανομοίϊος· οἱ δὲ μένουσιν ἀστεμφεῖς πυρόεσσαν ἐπαιγίζουσαν ἐνιπήν.172
175αὐτὰρ ὅ γ’ ἔν τ’ ὀνύχεσσι γένυσσί τε λευγαλέῃσιν ἄσχετος ὅν κεν ἕλῃσιν ἐπαιθύσσων κεραΐζει. τὸν δ’ ἕτερος κατόπισθε μεταθρώσκων αἰζηῶν κικλήσκει, παταγῶν τε διαπρύσιόν τε γεγωνώς. αἶψα δ’ ἐπιστρεφθεὶς μεγαλήνωρ ἠΰκομος λῖς
180ὦρτο λιπὼν ὃν ἔμαρψεν ὑπὸ στόμα· καὶ πάλιν ἄλλος δόχμιος ἠϋγένειον ὀρίνει θῆρα κελαινόν· ἄλλοι δ’ ἀλλαχόθεν μιν ἐπασσύτεροι κλονέουσι ῥινοῖσιν πίσυνοι σακέεσσί τε καὶ τελαμῶσι, τοὺς οὔτε κρατεροὶ γενύων τάμνουσιν ὀδόντες,
185οὔτε σιδηρείων ὀνύχων πείρουσιν ἀκωκαί. αὐτὰρ ὁ μαψίδιον φθινύθει πόνον, ἄκριτα θύων, τὸν μὲν καλλείπων, τὸν δ’ αἰρόμενος χθονὸς αἶψα αὖ ἐρύων, τῷ δ’ αὖτις ἀάσχετος ἰθὺς ὀρούων. ὡς δ’ ὁπότ’ ἐν πολέμοισιν ἀρήϊον ἄνδρα κραταιὸν
190δήϊος ἀμφιβάλῃ στεφάνη μαλεροῖο μόθοιο, αὐτὰρ ὅ γε πνείων μένος Ἄρεος ἔνθα καὶ ἔνθα ἀΐσσει, παλάμῃ κραδάων πεφονωμένον ἔγχος, ὀψὲ δέ μιν δάμνησιν ἐνυάλιος λόχος ἀνδρῶν, πάντες ὁμοῦ βρίσαντες· ὁ δ’ ὀκλάζει κατὰ γαίης,
195βαλλόμενος πυκινῇσι τανυρροίζοισιν ἀκωκαῖς· ὣς ὅ γ’ ἀνηνύστοισιν ἀπειπάμενος καμάτοισιν ὀψὲ βροτοῖσιν ἔδωκε βραβήϊα πάντα μόθοιο·
ἀφρὸν ἀποσταλάει δὲ ποτὶ σχερὸν αἱματόεντα· εἴκελος αἰδομένῳ δὲ ποτὶ χθόνα κανθὸν ἐρείδει.174

4

(200)

ὡς δὲ βροτὸς πολλοῖσιν ἐρεψάμενος κοτίνοισι πυγμαχίης ἐν ἀγῶσιν, ὑπ’ ἀνέρος ἀλκήεντος ἄντην ἀσσυτέρῃσιν ὑπ’ ὠτειλῇσι δαμασθείς, ἔστη μὲν πρώτιστα λελουμένος αἵματι λάβρῳ, οἷα μεθυσφαλέων, ἑτεροκλινέων τε κάρηνον·
205αὐτὰρ ἔπειτ’ ἐπὶ γαῖαν ὑποκλαδὸν ἐξετανύσθη· ὣς ὅ γ’ ἐπὶ ψαμάθου κεκαφηότα γυῖα τάνυσσεν. οἱ δὲ τότ’ ἐγκονέουσι πολὺ πλέον, αἶψα δ’ ὕπερθε πάντες ἐρεισάμενοι κρατεροῖσι δέους’ ὑπὸ δεσμοῖς οὐδὲν ἀλευόμενον, μάλα δ’ ἤρεμον ἀτρεμέοντα.
210ὦ μέγα τολμήεντες, ὅσον χάδον, ὅσσον ἔρεξαν, αἰνὸν κεῖνο πέλωρον ἅτε κτίλον ἀείρουσιν. Ἔκλυον ὡς βόθροισιν ὁμοίοισίν τε δόλοισι θήρασσαν καὶ θῶας ἀναιδέας, ἠδὲ γένεθλα πορδαλίων ἀπάτησαν, ἀτὰρ πολὺ μείοσι βόθροις·
215κίονα δ’ οὐχὶ λίθοιο, δρυὸς δ’ ἐτάμοντο κεραίην· οὐδὲ μὲν ὑψικρεμῆ χιμάρου γόνον ᾐώρησαν, ἀλλὰ κυνός· τοῦ δ’ αὖτ’ ἀπὸ μήδεα δῆσαν ἱμάσθλαις λεπταλέαις· ὁ δ’ ἄρ’ ὦκα περισπερχὴς ὀδύνῃσιν ὠρυθμοῖς ὑλάει καὶ πορδαλίεσσιν ἀϋτεῖ·
220ἡ δὲ μάλ’ ἰάνθη, διά τε δρίος ἰθὺς ὀρούει. ὡς δ’ ὁπότ’ ἰχθυβόλοι κύρτου δόλον ἐστήσαντο, πλεξάμενοι σπάρτῳ Σαλαμινίδι, καὶ λαγόνεσσι πούλυπον ἢ κεστρῆα πυρὶ φλεγέθοντες ἔθεντο·
ὀδμὴ δ’ ἐς πλαταμῶνας ἀφίκετο, καὶ ποτὶ κύρτον176
225ἔλλοπας αὐτομόλους εἰσήγαγεν, οὐδὲ δύνανται αὖτις ὑπεκδῦναι, δεινοῦ δ’ ἤντησαν ὀλέθρου· ὣς κείνη, σκυλακῆος ἀπόπροθεν εἰσαΐουσα, ἔδραμε καὶ θόρεν, οὔτιν’ ὀϊσσαμένη δόλον εἶναι, γαστέρι πειθομένη δὲ μυχοὺς ἐπέλασσε βερέθρου.
230 Πορδάλιας καὶ δῶρα Διωνύσοιο δάμασσαν, θηροφόνων δολερῶν δολερὴν πόσιν οἰνοχοεύντων, οὐδὲν ἀλευομένων ζαθέοιο κότον Διονύσου. πορδάλιες νῦν μὲν θηρῶν γένος, ἀλλὰ πάροιθεν οὐ θῆρες βλοσυραί, χαροπαὶ δ’ ἐπέλοντο γυναῖκες,
235οἰνάδες, ὠσχοφόροι, τριετηρίδες, ἀνθοκάρηνοι, Βάκχου φοιταλιῆος ἐγερσιχόροιο τιθῆναι. νηπίαχον γὰρ Βάκχον Ἀγηνορὶς ἔτραφεν Ἰνώ, μαζὸν ὀρεξαμένη πρωτόρρυτον υἱέϊ Ζηνός· σὺν δ’ ἄρ’ ὁμῶς ἀτίτηλε καὶ Αὐτονόη καὶ Ἀγαύη·
240ἀλλ’ οὐκ εἰν Ἀθάμαντος ἀταρτηροῖσι δόμοισιν,
οὔρεϊ δ’ ὃν τότε Μηρὸν ἐπικλήδην καλέεσκον. Ζηνὸς γὰρ μεγάλην ἄλοχον μέγα δειμαίνουσαι καὶ Πενθῆα τύραννον Ἐχιονίδην τρομέουσαι εἰλατίνῃ χηλῷ δῖον γένος ἐγκατέθεντο,178
245νεβρίσι δ’ ἀμφεβάλοντο καὶ ἐστέψαντο κορύμβοις ἐν σπέϊ, καὶ περὶ παῖδα τὸ μυστικὸν ὠρχήσαντο· τύμπανα δ’ ἐκτύπεον καὶ κύμβαλα χερσὶ κρόταινον, παιδὸς κλαυθμυρισμῶν προκαλύμματα· πρῶτα δ’ ἔφαινον ὄργια κευθομένῃ περὶ λάρνακι· σὺν δ’ ἄρα τῇσιν

4

(250)

Ἀόνιαι λάθρη τελετῶν ἅπτοντο γυναῖκες· ἐκ δ’ ὄρεος πιστῇσιν ἀγερμοσύνην ἑτάρῃσιν ἔντυον ἰθῦσαι Βοιωτίδος ἔκτοθε γαίης· μέλλε γὰρ ἤδη, μέλλεν ἀνήμερος ἡ πρὶν ἐοῦσα γαῖα φυτηκομέειν ὑπὸ λυσιπόνῳ Διονύσῳ.
255χηλὸν δ’ ἀρρήτην ἱερὸς χορὸς ἀείρασαι στεψάμεναι νώτοισιν ἐπεστήριξαν ὄνοιο· Εὐρίπου δ’ ἵκανον ἐπ’ ᾐόνας, ἔνθα κίχανον πρέσβυν ὁμοῦ τεκέεσσιν ἁλίπλανον· ἀμφὶ δὲ πᾶσαι γριφέας ἐλλίσσοντο βυθοὺς ἀκάτοισι περῆσαι·
260αὐτὰρ ὅ γ’ αἰδεσθεὶς ἱερὰς ὑπέδεκτο γυναῖκας. καὶ δή οἱ χλοερὴ μὲν ἐπήνθεε σέλμασι μῖλαξ, πρύμνην δ’ ὡραίη ἕλινος καὶ κισσὸς ἔρεπτον· καί κεν ὑπὲρ πόντοιο κυβίστεον ἀσπαλιῆες δείματι δαιμονίῳ πεπτηότες, ἀλλὰ πάροιθεν180
265ἐς γαῖαν δόρυ κέλσε· πρὸς Εὐβοίην δὲ γυναῖκες ἠδ’ ἐπ’ Ἀρισταίοιο θεὸν κατάγοντο φέρουσαι, ὅσθ’ ὕπατον μὲν ἔναιεν ὄρος Καρύῃσιν ὑπ’ ἄντρῳ, μυρία δ’ ἄγραυλον βιοτὴν ἐδιδάξατο φωτῶν· πρῶτος ποιμένιον ἱδρύσατο, πρῶτος ἐκεῖνος
270καρποὺς ἀγριάδος λιπαρῆς ἔθλιψεν ἐλαίης, καὶ ταμίσῳ πρῶτος γάλα πήξατο, καὶ ποτὶ σίμβλους
ἐκ δρυὸς ἀείρας ἀγανὰς ἐνέκλεισε μελίσσας. ὃς τότε καὶ Διόνυσον ἑῷ νεογιλὸν ὑπ’ ἄντρῳ Ἰνώης ἔθρεψε δεδεγμένος ἐκ χηλοῖο,182
275σὺν Δρυάσιν δ’ ἀτίτηλε μελισσοκόμοισί τε Νύμφαις Εὐβοΐσιν τε κόρῃσι καὶ Ἀονίῃσι γυναιξίν. ἤδη κουρίζων δ’ ἑτέραις μετὰ παισὶν ἄθυρε· νάρθηκα προταμὼν στυφελὰς οὐτάζετο πέτρας, αἱ δὲ θεῷ μέθυ λάρον ἀνέβλυσαν ὠτειλάων.
280ἄλλοτε δ’ ἀρνειοὺς αὐτῇς ἐδάϊξε δορῇσι καὶ μελεϊστὶ τάμεν νέκυας δ’ ἔρριψεν ἔραζε, αὖτις δ’ ἅψεα χερσὶν ἐϋσταλέως συνέβαλλεν, οἱ δ’ ἄφαρ ἔζωον χλοεροῦ θ’ ἅπτοντο νομοῖο. ἤδη καὶ θιάσοισιν ἐμέμβλετο καὶ κατὰ πᾶσαν
285γαῖαν ἐκίδνατο δῶρα Θυωναίου Διονύσου. πάντῃ δὲ θνητοῖς ἀρετὴν πωλέσκετο φαίνων· ὀψὲ δὲ καὶ Θήβης ἐπεβήσατο καὶ πυρίπαιδι πᾶσαι ὑπηντίασαν Καδμηΐδες· αὐτὰρ ὁ μάργος Πενθεὺς οὐχὶ δετὰς παλάμας ἔδεεν Διονύσου,
290καὶ θεὸν αὐτοφόνοισιν ἀπείλεε χερσὶ δαΐξαι, οὐ Τυρίου Κάδμοιο καταιδόμενος τρίχα λευκήν, οὐδὲ κυλινδομένην οἷσι πρὸ πόδεσσιν Ἀγαύην· σύρειν δ’ αἰνομόροισιν ἐβώστρεεν οἷς ἑτάροισι, σύρειν τε κλείειν τε, χορόν τ’ ἐλάασκε γυναικῶν.
295οἱ μέν νυν Βρόμιον Πενθηϊάδαι φυλακῆες δεσμοῖσιν δοκέοντο σιδηρείοισιν ἄγεσθαι ἄλλοι Καδμεῖοί τε· θεοῦ δ’ οὐχ ἅπτετο δεσμά· παχνώθη δὲ κέαρ θιασώτισι, πάντα δ’ ἔραζε
ῥῖψαν ἀπὸ κροτάφων στεφανώματα θύσθλα τε χειρῶν·184

4

(300)

πάσαις δ’ ἐστάλαον Βρομιώτισι δάκρυ παρειαί· αἶψα δ’ ἀνηΰτησαν· ἰὼ μάκαρ, ὦ Διόνυσε, ἅπτε σέλας φλογερὸν πατρώϊον, ἂν δ’ ἐλέλιξον γαῖαν, ἀταρτηροῦ δ’ ὄπασον τίσιν ὦκα τυράννου· θὲς δὲ παρὰ σκοπιῇσι, πυρίσπορε, Πενθέα ταῦρον,
305ταῦρον μὲν Πενθῆα δυσώνυμον, ἄμμε δὲ θῆρας ὠμοβόρους, ὀλοοῖσι κορυσσομένας ὀνύχεσσιν, ὄφρα μιν, ὦ Διόνυσε, διὰ στόμα δαιτρεύσωμεν. ὣς φάσαν εὐχόμεναι· τάχα δ’ ἔκλυε Νύσιος ἀρῆς. Πενθέα μὲν δὴ ταῦρον ἐδείξατο φοίνιον ὄμμα,
310αὐχένα τ’ ᾐώρησε, κέρας τ’ ἀνέτειλε μετώπου· ταῖσι δὲ γλαυκιόωσαν ἐθήκατο θηρὸς ὀπωπήν, καὶ γένυας θώρηξε, κατέγραψεν δ’ ἐπὶ νώτου ῥινὸν ὅπως νεβροῖσι, καὶ ἄγρια θήκατο φῦλα. αἱ δὲ θεοῦ βουλῇσιν ἀμειψάμεναι χρόα καλὸν
315πορδάλιες Πενθῆα παρὰ σκοπέλοισι δάσαντο. τοιάδ’ ἀείδοιμεν, τοῖα φρεσὶ πιστεύοιμεν· ὅσσα Κιθαιρῶνος δὲ κατὰ πτύχας ἔργα γυναικῶν, ἢ μυσαρὰς κείνας, τὰς ἀλλοτρίας Διονύσου, μητέρας οὐχ ὁσίως ψευδηγορέουσιν ἀοιδοί.
320 Θηροφόνος δέ τις ὧδε πάγην ἑτάροισι σὺν ἄλλοις θηρσὶ φιλακρήτοισιν ἐμήσατο πορδαλίεσσι. πίδακα λεξάμενοι Λιβύης ἀνὰ διψάδα γαῖαν, ἥ τ’ ὀλίγη μάλα πολλὸν ἀνυδρότατον κατὰ χῶρον ἀπροφάτως ἀΐδηλον ἀνασταλάει μέλαν ὕδωρ,
325οὐδὲ πρόσω χεῖται κελαρύσμασιν, ἀλλὰ μάλ’ αἰνῶς βλύζει τε σταδίη τε μένει ψαμάθοισί τε δύνει· ἔνθεν πορδαλίων γένος ἄγριον εἶσι μετ’ ἠὼ πιόμενον· τοὶ δ’ αἶψα κατὰ κνέφας ὁρμηθέντες
ἀγρευτῆρες ἄγουσιν ἐείκοσιν ἀμφιφορῆας186
330οἴνου νηδυμίοιο, τὸν ἑνδεκάτῳ λυκάβαντι θλῖψε τις οἰνοπέδῃσι φυτηκομίῃσι μεμηλώς· ὕδατι δ’ ἐγκέρασαν λαρὸν μέθυ καὶ προλιπόντες πίδακα πορφυρέην οὐ τηλόθεν εὐνάζονται, προπροκαλυψάμενοι δέμας ἄλκιμον ἢ σισύρῃσιν
335ἢ αὐτοῖσι λίνοισιν· ἐπεὶ σκέπας οὔ τι δύνανται εὑρέμεν οὔτε λίθων οὔτ’ ἠϋκόμων ἀπὸ δένδρων· πᾶσα γὰρ ἐκτέταται ψαφαρὴ καὶ ἀδένδρεος αἶα. τὰς δ’ ἄρα σειριόεντος ὑπ’ ἠελίοιο τυπείσας ἀμφότερον δίψη τε φίλη τ’ ἐκάλεσσεν ἀϋτμή·
340πίδακι δ’ ἐμπέλασαν Βρομιώτιδι καὶ μέγα χανδὸν λάπτουσιν Διόνυσον, ἐπ’ ἀλλήλῃσι δὲ πᾶσαι σκιρτεῦσιν μὲν πρῶτα χοροιτυπέουσιν ὁμοῖαι, εἶτα δέμας βαρύθουσι, προσώπατα δ’ ἐς χθόνα δῖαν ἠρέμα νευστάζουσι κάτω· μετέπειτα δὲ πάσας
345κῶμα βιησάμενον χαμάδις βάλεν ἄλλυδις ἄλλην. ὡς δ’ ὁπότ’ εἰλαπίνῃσιν ἀφυσσάμενοι κρητήρων ἥλικες εἰσέτι παῖδες, ἔτι χνοάοντες ἰούλους, λαρὸν ἀείδωσι, προκαλιζόμενοι μετὰ δεῖπνον ἀλλήλους ἑκάτερθεν ἀμοιβαδίοισι κυπέλλοις,

4

(350)

ὀψὲ δ’ ἐλώφησαν· τοὺς δ’ ἔρριφεν ἄλλον ἐπ’ ἄλλῳ καὶ φρεσὶ καὶ βλεφάροισιν ἐπιβρῖσαν μένος οἴνου· ὣς κεῖναι μάλα θῆρες ἐπ’ ἀλλήλῃσι χυθεῖσαι νόσφι πόνου κρατεροῖσιν ὑπ’ ἀγρευτῆρσι γένοντο. Ἄρκτοισιν δὲ πονεῦσι κλυτὴν περιώσιον ἄγρην
355Τίγριν ὅσοι ναίουσι καὶ Ἀρμενίην κλυτότοξον. πουλὺς ὄχλος βαίνουσι τανύσκια βένθεα δρυμῶν,
ἴδριες αὐτολύτοις σὺν ἐϋρίνεσσι κύνεσσιν, ἴχνια μαστεύσοντ’ ὀλοῶν πουλύπλανα θηρῶν. ἀλλ’ ὁπότ’ ἀθρήσωσι κύνες σημήϊα ταρσῶν,188
360ἕσπονται στιβέας τε ποδηγετέουσιν ὁμαρτῇ, ῥῖνας μὲν ταναὰς σχεδόθεν χέρσοιο τιθέντες· εἰσοπίσω δ’ εἴπερ τι νεώτερον ἀθρήσειαν ἴχνος, ἐπειγόμενοι θόρον αὐτίκα καγχαλόωντες ληθόμενοι τοῦ πρόσθεν· ἐπὴν δ’ εἰς ἄκρον ἵκωνται
365εὐπλανέος στιβίης θηρός τε παναίολον εὐνήν, αὐτίχ’ ὁ μὲν θρώσκει παλάμης ἄπο θηρητῆρος, οἰκτρὰ μάλ’ ὑλακόων, κεχαρημένος ἔξοχα θυμόν. ὡς δ’ ὅτε παρθενικὴ γλαγόεντος ἐν εἴαρος ὥρῃ ἀβλαύτοισι πόδεσσιν ἀν’ οὔρεα πάντ’ ἀλάληται,
370ἄνθεα διζομένη· τὸ δέ οἱ μάλα τηλόθ’ ἐούσῃ νηδύμιον προπάροιθεν ἴον μήνυσεν ἀϋτμή· τῇ δὲ μάλ’ ἰάνθη μείδησέ τε θυμὸς ἐλαφρός, ἀμᾶται δ’ ἀκόρητος, ἀναψαμένη δὲ κάρηνον εἶσιν ἐς ἀγραύλων δόμον ἀείδουσα τοκήων·
375ὣς κυνὸς ἰάνθη θυμὸς θρασύς· αὐτὰρ ἐπακτὴρ καὶ μάλα μιν θύνοντα βιησάμενος τελαμῶσι καγχαλόων παλίνορσος ἔβη μεθ’ ὅμιλον ἑταίρων. τοῖσι δὲ καὶ δρυμὸν διεπέφραδε, θῆρά τε πικρὴν αὐτὸς καὶ συνάεθλος ὅπου λοχόωντες ἔλειψαν.
380οἱ δ’ ἄρ’ ἐπειγόμενοι στάλικας στήσαντο κραταιοὺς δίκτυά τ’ ἀμπετάσαντο καὶ ἄρκυας ἀμφεβάλοντο· ἐν δὲ δύω κλῖναν δοιαῖς ἑκάτερθε κεραίαις ἀνέρας ἀκρολίνους ὑπὸ μειλινέοισι πάγοισιν.
ἐκ δ’ αὐτῶν κεράων τε καὶ αἰζηῶν πυλαωρῶν190
385λαιῇ μὲν μήρινθον ἐΰστροφον ἐκτανύουσι μηκεδανήν, λινέην, ὀλίγον γαίης ἐφύπερθεν, ὅσσον ἐπ’ ὀμφαλὸν ἀνδρὸς ἱκανέμεναι στροφάλιγγα· τῆς ἀπὸ μὲν κρέμαται περιδαίδαλα παμφανόωντα ἄνθεα ταινιῶν πουλύχροα, δείματα θηρῶν,
390ἐκ δ’ ἄρ’ ἀπήρτηται πτίλα μυρία παμφανόωντα, οἰωνῶν τε διηερίων περικαλλέα ταρσὰ γυπάων πολιῶν τε κύκνων δολιχῶν τε πελαργῶν. δεξιτερῇ δὲ λόχους ὑπὸ ῥωγάσιν ἐστήσαντο, ἢ χλοεροῖς πετάλοισι θοῶς πυκάσαντο μέλαθρα,
395τυτθὸν ἀπ’ ἀλλήλων, πίσυρας δ’ ἐκάλυψαν ἑκάστῳ ἀνέρας, ὁρπήκεσσι πρόπαν δέμας ἀμφιβαλόντες. αὐτὰρ ἐπὴν κατὰ κόσμον ἐπαρτέα πάντα πέλωνται, σάλπιγξ μὲν κελάδησε πελώριον, ἡ δέ τε λόχμης ὀξὺ λέληκε θοροῦσα καὶ ὀξὺ δέδορκε λακοῦσα·

4

(400)

αἰζηοὶ δ’ ἐπόρουσαν ἀολλέες, ἐκ δ’ ἑκάτερθεν
ἀντία θηρὸς ἴασι φαλαγγηδὸν κλονέοντες. ἡ δ’ ὅμαδον προλιποῦσα καὶ ἀνέρας ἰθὺς ὀρούει, γυμνὸν ὅπου λεύσσει πεδίον πολύ· κεῖθεν ἔπειτα ἑξείης κατὰ νῶτον ἐγειρόμενος λόχος ἀνδρῶν192
405κλαγγηδὸν παταγοῦσιν, ἐπ’ ὀφρύα μηρίνθοιο σευόμενοι καὶ δεῖμα πολύχροον· ἡ δέ τ’ ἀνιγρὴ ἀμφίβολος μάλα πάμπαν ἀτυζομένη πεφόρηται· πάντα δ’ ὁμοῦ δείδοικε, λόχον, κτύπον, αὐλόν, ἀϋτήν, δειμαλέην μήρινθον· ἐπεὶ κελάδοντος ἀήτεω
410ταινίαι τ’ ἐφύπερθε διηέριαι κραδάουσι κινύμεναι πτέρυγές τε λιγήϊα συρίζουσι. τοὔνεκα παπταίνουσα κατ’ ἄρκυος ἀντίον ἕρπει, ἐν δ’ ἔπεσεν λινέοισι λόχοις· τοὶ δ’ ἐγγὺς ἐόντες ἀκρόλινοι θρώσκουσι καὶ ἐγκονέοντες ὕπερθε
415σπαρτόδετον τανύουσι περίδρομον· ἄλλο δ’ ἐπ’ ἄλλῳ νηήσαντο λίνον· μάλα γὰρ τότε θυμαίνουσιν ἄρκτοι καὶ γενύεσσι καὶ ἀργαλέαις παλάμῃσι· δηθάκι δ’ ἐξαυτῆς φύγον ἀνέρας ἀγρευτῆρας δίκτυά τ’ ἐξήλυξαν, ἀΐστωσαν δέ τε θήρην.
420ἀλλὰ τότε κρατερός τις ἀνὴρ παλάμην ἐπέδησεν ἄρκτου δεξιτερήν, χήρωσέ τε πᾶσαν ἐρωήν, δῆσέ τ’ ἐπισταμένως, τάνυσέν τε ποτὶ ξύλα θῆρα, καὶ πάλιν ἐγκατέκλεισε δρυὸς πεύκης τε μελάθρῳ,
πυκνῇσι στροφάλιγξιν ἑὸν δέμας ἀσκήσασαν.194
425 Χρειὼ δὲ σκοπέλου μὲν ἀνάντεος ἠδὲ πάγοιο σεύεσθαι προθέοντα ποδώκεα φῦλα λαγωῶν, πρὸς δὲ κάταντα σοφῇσι προμηθείῃσιν ἐλαύνειν· αὐτίκα γὰρ σκύλακάς τε καὶ ἀνέρας ἀθρήσαντες πρὸς λόφον ἰθύνουσιν· ἐπεὶ μάλα γιγνώσκουσιν,
430ὅττι πάροιθεν ἔασιν ὀλιζότεροι πόδες αὐτοῖς. τοὔνεκα ῥηΐδιοι πτώκεσσι πέλουσι κολῶναι, ῥηΐδιοι πτώκεσσι, δυσάντεες ἱππελάτῃσι. ναὶ μὴν ἀτραπιτοῖο πολυστιβίην ἀλεείνειν καὶ πάτον, ἐν δ’ ἄρα τῇσι γεωμορίῃσιν ἐλαύνειν·
435κουφότεροι γὰρ ἔασι τρίβῳ καὶ ποσσὶν ἐλαφροὶ ῥεῖά τ’ ἐπιθρώσκουσιν· ἀρηρομένῃ δ’ ἐνὶ γαίῃ καὶ θέρεος βαρύθουσι πόδες καὶ χείματος ὥρῃ ἄχρις ἐπισφυρίων ὀλοὴν κρηπῖδα φέρουσιν. Ἤν ποτ’ ἐλῇς δόρκον δέ, φυλάσσεο μὴ μετὰ πολλὸν
440ἐκτάδιον δολιχόν τε δρόμον καὶ τέρμα πόνοιο τυτθὸν ὑποσταίη, λαγόνων δ’ ἀπὸ μήδεα χεύῃ· δόρκοι γὰρ περίαλλα δρόμοις ἐνὶ μεσσατίοισι κυστίδα κυμαίνουσιν, ἀναγκαίοισιν ὑπ’ ὄμβροις βριθόμενοι λαγόνας, ποτὶ δ’ ἰσχίον ὀκλάζουσιν·
445ἢν δ’ ὀλίγον πνεύσωσι πολυσφαράγων ἀπὸ λαιμῶν, πολλὸν ἀρειότεροι λαιψηρότεροί τε φέβονται, γούνασιν εὐφόρτοισι καὶ ἔγκασι κουφοτέροισι.
Κερδὼ δ’ οὔτε λόχοισιν ἁλώσιμος οὔτε βρόχοισιν οὔτε λίνοις· δεινὴ γὰρ ἐπιφροσύνῃσι νοῆσαι,196

4

(450)

δεινὴ δ’ αὖτε κάλωα ταμεῖν, ὑπὸ δ’ ἅμματα λῦσαι, καὶ πυκινοῖσι δόλοισιν ὀλισθῆσαι θανάτοιο. ἀλλὰ κύνες μιν ἄειραν ἀολλέες· οὐδ’ ἄρ’ ἐκεῖνοι
καὶ κρατεροί περ ἐόντες ἀναιμωτὶ δαμάσαντο.198